[ ]
Crete, E. — Praisos (Vaveli, nr.) — early 3rd c. BC — IC III vi 7 — SEG 46.1236 cf.
See also:
A.1 | τύχα ἀγαθά. |
ἔδο[ξε] τῶι κόσμωι καὶ τᾶι πόλι τᾶι Πραισίων | |
ἐπὶ [․․]ιδίου πρωτοκόσμου καὶ τῶν ἄλλων συνκόσ- | |
μων. ἐπὶ τοῖσδε ἔδωκαν Πραίσιοι Σταλίταις τὰν̣ χ- | |
5 | ώ̣ρ̣α̣ν καὶ τὰν πόλιν καὶ νάσους τὰς καὶ νῦν ἔχον- |
[τι κ]αὶ ἐλλιμενίου καὶ πορφύρας καὶ ἰχθύων δεκά- | |
[τα]ς, τούτων πάντων τὸ ἥμισσον, ἰχθύωμ μὲν καθάπε[ρ] | |
[κ]α̣ὶ πρότερον. ταῦτα δὲ ἔδωκαν εἰς τὸν ἄπαντα χρό- | |
[νο]ν̣ ἀσφαλέως [κ]α̣ὶ β̣[εβ]α̣ίως καὶ αὐτοῖς καὶ ἐκγόνοις. | |
10 | [ἑκ]ά̣στου δὲ ἔτεο̣[ς ὁ] κόσμος ὁ αἱρεθεὶς ὑπὸ τᾶς πό- |
[λιο]ς τᾶς Πραισίων, αἱρεθέντος δὲ τοῦ κόσμο[υ] | |
[ὀμοσά]τω Σταλίταις ὁ κόσμος καὶ ἄλλοι δώδεκ̣α̣ | |
[πολῖτ]α̣ι̣ Πραισίων. ὁ δὲ κόσμος ὁ Πραισίων ὀμοσά̣- | |
[τω ἑκάστ]ο̣υ̣ ἔτεος μηνὸς Διονυσίου τόνδε τὸν ὅ[ρ]- | |
15 | [κον ὑπ]ὲ̣ρ̣ τᾶς αὐτοῦ ἀρχᾶς Σταλίταις· ὀμνύω Δῆ̣- |
[να Δικταῖον, Ποσ]ειδῶνα, Ἀθάναν, Ἀπόλλωνα Πύθι̣- | |
[ον, θεοὺς πάντ]α̣ς̣ καὶ πάσας· εὐνοησῶ Σταλίταις | |
[καὶ τὰν χώραν κα]ὶ τὰν πόλιν καὶ τὰν θάλασσα[ν] | |
[καὶ τὰς νάσους Στα]λίταις ἐάσομεν ἔχειν ἀ[σ]- | |
20 | [φαλέως εἰς τὸν ἅπαντ]α χρόνον, καὶ οὔτε αὐτοῖς |
[ἀφαιρησόμεθα, αἴ τέ κα ἄλ]λ̣ος τις ἀφαιρῆται [— —] | |
[— — — — — — οὐκ ἐπι]τρέψομεν κατὰ δύ[να]- | |
[μιν τὰν ἁμάν· εἴη δὲ ἁμῖ]ν̣ εὐορκοῦσι μὲν [καὶ αὐ]- | |
[τοῖς καὶ ἐκγόνοις καὶ τοῖς] ἁ̣μ̣οῖς χ̣[ρήμασι] | |
25 | [καλῶς — — — — — — — — —] |
B.1 | [— — —]ΒΩΗ[— — — — — — — — — — —] |
[— — —]ΑΝ ΚΑΙ[— — — — — — —]ΝΔ[— — — — — — καθὼς] | |
[ἐπ]ιταχθῶ, πᾶσαν προθυ[μίαν παρεχό]μεν[ο]ς κα[ὶ τὸν] | |
[ὅρκο]ν τόνδε, ὥσπερ ἐγὼ σ[υνώμοσα αὐτός], καὶ τ[οὺς] | |
5 | [ἄλλο]υς πολίτας ἐξορκιῶ, τοὺ[ς ἐν] δάμο̣υ̣[ς μὲν — — — — — —] |
[— —] τοὺς δ’ ἀποδάμους ἇι κ’ ἔλθωντι [τᾶ]ς ἁ[μέρας· εἴη] | |
[δ’ εὐορ]κοῦντι μέμ μοι καὶ αὐτῶι [κ]αὶ ἐ̣κ̣[γόνοις καὶ χρή- | |
[μα]σ̣ι̣ τοῖς ἐμοῖς καλῶς· εἰ δὲ ἐπιο[ρκέο]ιμ[ι ἀπ]ολήσει[ν] | |
[καὶ αὐ]τὸς καὶ γένος τὸ ἐμόν. ὑπηρετεῖ[ν] δὲ Σ̣[τα]λίτας [τᾶι] | |
10 | [πόλ]ε̣ι̣ τᾶι Πραισίων κατὰ τάδε· ὅσα μὲν κατὰ Κρήταν τὰ̣[ν] |
νοτίαν θάλασσαν πλεύσονται Σταλῖται παρεχόμ[ε]- | |
νοι τὰ ἐπιτάδεια ἑαυτοῖς· ἐὰν δὲ δεῖ ἔξω Κρήτας [π]- | |
λεῖν, ὅσα μὲν εἰς Δελφοὺς καὶ Ὀλυμπίαν πλεύσοντ[αι] | |
Σηταῆται μετὰ Σταλιτᾶν, παρεχόμενοι τὰ ἐπιτάδ[ε]- | |
15 | [ι]α καὶ μισθοὺς παρ’ αὐτοὶ αὐτῶμ· πλεῖν δὲ τὰ ἔξω [Κρή]- |
τας κατὰ τὰ μέρη τᾶν χωρᾶν Σηταήτας καὶ Στα- | |
λίτας· ἐὰν δέ που ἄλλαι προστάξηι ὁ κόσμος ὁ Πρα[ι]- | |
σίων, ὁποτέραι <ὦν> τ<ᾶ>μ πόλεων, οὗτοι πλεόντ[ω· ἐ]- | |
[λασ(?)]σωθέντων δὲ ὁ κόσμος ὁ Πραισίων πράξαν- | |
20 | τες τοὺς μισθοὺς παρ[ὰ] τῶν μὴ πλευσάντων |
[ἀ]ποδόντω τοῖς πλεύσασι δραχμὰν ἑκάστωι τ[ὰ]- | |
[ν] ἁμέραν κατὰ τὰ μέρη τᾶν χωρᾶν ἐφ’ ἑκατερα[— —] | |
[— — — — — — — — —] ὑπηρετήσοντι δὲ Σταλῖται καὶ Γ[— —] | |
[— — — — — ἔξω(?)] Κρήτας κα[ὶ ἐ]ὰ̣ν̣ δεῖ κατίμεν Α[— —] | |
25 | [— — — —] π[α]ρέξον[τι] τὰ ἐπιτάδει[α — — —] |
[— — — — — — — — — —] |