[ ]
Crete, Ctr. — Lato: Sta Lenika, Aphrodision — 113 BC — RA 44.1942.36,D 62-74
1 | ἀγαθᾶι τύχαι. |
ἀπόκριμα τῶν ἐγ Ῥώμης πρειγευτᾶν, Κοΐντω Φαβίω Μαξίμω, Κοΐντω | |
υἱῶ, Γαΐω Φαννίω, Γαΐω υἱῶ, Ποπλίω Ῥοτιλίω, Ποπλίω υἱῶ, Κοΐντω Πλω- | |
[τ]ίω, Α̣ὔλω υἱῶ, Μαάρκω Δομετίω, Ποπλίω υἱῶ κρίματος | |
5 | Λ̣ατίοις καὶ Ὀλοντίοις καὶ τῶι ἱαρεῖ. {²vac.}² ἡμεῖς ὃ Κνώσιοι ἔκριναν |
Λ̣α̣τίοις καὶ Ὀλοντίοις διὰ ταύτην τὴν αἰτίαν εἰς ἀκέραιον ἀποκατεστήσ[α]- | |
[μ]εν, ὅτι ὁμόλογον ἦν ἑκατέροις τοῦτο τὸ κρίμα κατὰ τὸμ πόλεμον γεγε̣νη- | |
μένον, ὧι καιρῶι Λάτιοι Κνωσίων, Ὀλόντιοι Γορτυνίων σύμμαχοι ἦσαν· ἵνα τοῦ̣- | |
το τὸ πρᾶγμα ἐξ ἀκεραίων διακούσωμεν, ὃ κρίμα Κνώσιοι | |
10 | [Λ]α[τ]ίοις καὶ Ὀλοντίοις ἔκριναν περὶ τῆς χώρας· ἃ ὅρια ἔκριναν, ταῦτα τὰ |
ὅρια εὐδ̣ο̣κεῖ ἑστηκότα εἶναι. ὁποτέροις δὲ ἐν ὁρίοις ἱερὸν Ἄρεος ἐν | |
[τ]ῆ̣ι Δ̣[ερ]αίαι ἐστὶν καὶ ἡ χώρα τούτου τοῦ ἱεροῦ, ἐκείνου τοῦ δήμου | |
ἐπιμέλειαν δοκεῖ εἶναι. {²vac.}² |