[ ] Crete, Ctr. — Lato: Sta Lenika, Aphrodision — 115 BC — RA 44.1942.35,C 42-61
1                        κρίμα Κνωσίων.
ἔκρινε ἁ τῶν Κνωσίων πόλις περὶ ὧν ἐπέδωκε δικάσαι̣ ἁ̣ [τῶν Λα]τ[ίων]
πόλις τᾶι τῶν Ὀλο̣ν[τ]ίων πόλι χώρας τ̣ε̣ καὶ τῶ ἱαρῶ τῶ Δέραι καὶ τ[ῶν]
θιγγανόντων τῶι ἱαρῶι τ̣ε̣μενίω πάντων καὶ τᾶς νάσω Πύρρας καὶ
5 τῶ ποτιόντος σκοπέλω καὶ τᾶς ναὸς τετρήρεος καὶ τῶ[ν] ἐς̣ τᾶς
[ν]αὸς ἀργυρωμάτων καὶ ἀ[ργ]υ̣ρ̣[ίω] ν̣ο̣μ̣ίσμ̣α̣τος καὶ χαλκωμά[των] καὶ ἄλ-
λων σκευῶν παντοδαπῶν κα̣ὶ̣ σωμάτων τῶν πραθέντων ἐλευθέ-
ρων δ̣ύ̣ων καὶ οἰκέτα ἑνός. ἦμεν Λατίων καὶ τὰν νᾶσον Πύρραν καὶ
τὸν πορτιόντα σκόπελον καὶ τὰν χώραν τ[ὰ]ν [Κρ]ῆ̣σαν καὶ τὸ ἱαρὸν τὸ Δέ-
10 ραι καὶ τὰ θιγγάνοντα τῶι ἱαρῶι τεμένια π̣άν[τα], ὅ̣π̣ω̣ς αὐτοῖς οἱ ὅροι
ἔσονται οἱ ἀρχαῖοι· ἀπὸ θαλάσσας ἐς Πλυ[μ]ῶν’ ἀρράχιν ἐπὶ τὸ ἀρ-
χα̣ῖον Ἀφροδίσιον καὶ τούτω ὡς τῶ Δεραίω θ̣ίνω τῶ τεμένιος οἱ ὅροι
[οἱ ἐς τὸ]ν βορέαν ἔχ̣[οντ]ες κἠς Αἰρεπὼ κἠ̣ς τὰν Προμενήτισσαν κ̣ἠ̣π̣ὶ̣
[τᾶς Καλ]ολά[κκας τὰν περίβασ]ιν κἠς Ἀρχελάρχαν ἐς τὰν δηράδα πὰρ’ τῶ̣ν̣
15 [πρίνω]ν̣ [κἠς Ἀκά]μ̣[αντα. περὶ δὲ] τᾶς ναὸς καὶ τῶν ἐς τᾶς ναὸς ἀργυρωμάτων [καὶ]
[ἀ]ρ̣γ̣υ̣ρίω νομίσ[ματος καὶ χαλκω]μ̣ά̣τ̣ω̣ν̣ καὶ ἄ̣λ̣λων σκευῶν πάντων καὶ σω̣-
[μ]άτων τῶν πραθ[έ]ν̣[των ἐλευθέρων δύων καὶ οἰκέτα] ἑνός, ἔκριναν ἅπ̣[αν]τ̣α
[ἦμ]εν Ὀλοντίων Α̣[․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․]ΣΙ̣ΑΙ δίκαι περὶ
[—]Ο[․]Τ[․]Ο ἀργυρι[․․․․․․․․․․c.25․․․․․․․․․․․]ΣΑΙ μνᾶς ἀργ̣υ̣ρείας τρι-
20 άκοντα πέντε ἐπὶ [Θαρ]σιφάνιος τῶ Κορ̣[ύπτα(?)] μηνὸς Βακινθίω. {²vac.}²
Search Help