[ ] Crete, Ctr. — Lato: Sta Lenika, Aphrodision — 116 BC — RA 44.1942.34,A 1-41
1 θιοί. ἀγαθᾶι τύχαι.
[Π]ρειγευσάντ[ων Κνωσίων τᾶς πόλιος] ἐπ̣ὶ τὰς πόλ̣ε̣[ι]ς τ[ά]ν τε τ[ῶ]ν Λατίων κα̣ὶ̣ τῶν
Ὀ̣λοντίων καὶ [π]α̣[ρκαλεσάντων δόμεν αὐ]τοῖς ἐξα[ρχίδιον] τὰν ἐπιτροπὰν περὶ ὧν καὶ
π̣[ρ][τῶ], ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βωλευσαμένοις, ἐπὶ κόσμων Κνωσοῖ μ[ὲν]
5 [τ]ῶν σὺν Νενναίῳ τῶ Μοψε̣ί[ω μη]νὸς Σπερμίω δευτέραι, Λατοῖ δὲ ἐπὶ] τῶν σὺν Διοκλε[ῖ]
[τ]ῶ Ἡρώιδα μηνὸς Θιοδαισ[ί]ω δ̣ε̣υτ̣έραι, ἐν δὲ Ὀλόντι τῶν σὺν Μενοντίδαι τῶ Ἀκάσσο̣-
νος, μηνὸς Ἐλευσυνί[ω δ]ευτέραι, δόμεν τὰν ἐπιτρ[ο]πὰν Λατίος καὶ Ὀλον[τ]ίος τᾶι τῶ[ν]
Κνωσίων πόλι περὶ τῶν ἀμφιλλεγομένων αὐτοῖς πόλι π[ο]ρ[τ]ὶ πόλιν πάντα περὶ πάντων̣
[κα]ὶ θέμεν στάλαν ἐν ἁμέραις τριάκον[τα, Κν]ωσοῖ μ̣ὲν̣ ἐν τῶι ἱαρῶι [τῶ] Ἀπόλλωνος τῶ Δελφι-
10 [δίω] κ̣α̣ὶ ἐν τῶι ἱαρῶι τῷ Δέραι, Λ[ατ]ο[ῖ δ]ὲ ἐ[ν τ]ῶι τ[ᾶ]ς Ἐλευ[θυ]ίας, ἐν δὲ Ὀλόντι ἐν τῶι ἱ[αρῶι] τῶ
Ζηνὸς τῶ Ταλλαίω, ἄλλάν κοινᾶ̣ι ἐν Δάλ[ωι] ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλωνος. ὑπὲρ δὲ
[τούτω] τῶ τιθεμέ[νω ἐ]νγρό[φ]ω ἐς Δᾶλον ἀποστηλάντων οἵ τε Κνώσιοι καὶ οἱ Λάτι-
[ο]ι καὶ ο̣ἱ Ὀλόντιοι πορτὶ τὸν ἐπιμελητὰν [πρ]ειγε̣ίαν καὶ γράμματα ἐν ἁμέραις τριά-
κ̣οντα, ὥστε σταθῆι στάλα ἐς ἃν ἀνγραφῆι τὰ δεδογμένα· καὶ ταῦτα ἔστω κύρια. Κρινό[ν]-
15 [των] δ̣ὲ οἱ Κνώσιοι ἐν ἑξαμήνω̣ι, ἄρχοντος μηνὸς Καρωνίω τῶ ἐπὶ Νενναίω{ι}, ὡς δὲ Λ[ά]-
[τιοι] ἄγοντι μηνὸς Σ̣αρτιωβ̣ιαρίω, ὡς δὲ Ὀλόντιοι ἄγοντι μ̣ηνὸς Δελφινίω. καὶ κύ-
[ρι]οι ἔντων οἱ Κνώσιοι ἀνγράφοντεν τὸ γενό[μενο]ν κ[ρίμα] ἐν μ̣ὲ[ν] ταῖς ἐν Κρή[ται]
[σ]τά̣λ̣αις ἐν ἁμέρ̣αις τριάκοντα, ἐς δὲ Δᾶλον ἐξαποστηλ̣άντων ἐν ταῖς
[αὐ]τα̣ῖς ἁμέρ̣αις. εἰ δέ κα παργένηται ὁ πρειγευτὰς ὁ ἀπεσταλμένος ὑπὸ τῶν Κν[ω]-
20 [σ]ίων ἐς Δᾶλον, κύριος ἔστω ἀγγράφων ἐς τὰν αὐτὰν στάλαν τὸ κρίμα. τὰ δὲ κρι-
[θέντ]α καὶ ἀγ̣γ̣ραφέντα ὑ̣πὸ τῶν Κνωσίων β[έβ]αια καὶ κύρια ἦμεν ἐς τὸν πάντα
[χρόν]ο[ν, καὶ] μ̣[ηκέτι ὑ]πολείπεσθαι [αὐτ]οῖς περὶ μηθενὸς ἔγκλημα μηθὲν παρευρέ-
[σ]ε̣ι μηδεμιᾶι. Δ̣ό̣ντων δὲ Λάτιοι [κα]ὶ Ὀλόντιοι τούτω τῶ ἐνγρόφω ἑκάτεροι̣ χέρ̣α
τᾶι τῶν Κνωσίων πόλι [καὶ αὐτ]οσα[υ]τοῖς. ἐγγύος δὲ καταστασάντων ἐν ἁμέραις εἴ[κοσι]
25 Κνωσίος διὰ τῶ Κνωσοῖ χρεοφυλακίω ὑπὲρ τούτω τῶ ἐγγρόφω οἵ τε Λάτιοι καὶ οἱ Ὀλόν-
τιοι τοῖς Κνωσίοις ἑκάτεροι ἀργυρίω Ἀλεξανδρείων ταλάντων δέκα, ἐφ’ ὧι ἐ̣[μ]-
μενίοντι ἐν τούτωι τῶι ἐγγρόφωι καὶ ἐν τοῖς κριθένσι ὑ̣πὸ τᾶς π̣ό̣[λ]εος. ὁ[πότε]-
[ροι] δὲ μ[ὴ ἐμ]μένοιεν, τὰμ̣ π̣ρᾶξιν ἦμεν ἐκ [τῶν] ἐγγύων, καὶ οἱ τῶν Κνωσίων [κόσ]-
μοι πράξαντες ἀποδόντων το̣ῖς ἐμμένονσι καὶ πάντω[ς] ἔστω τὰ κριθέν[τα κύ]-
30 [ρια. ἔντων δὲ] ο̣ἱ̣ ἔγγυοι μέστα κ̣α ἡ κρίσις ἐπιτελεσθῆι καὶ ἀνγραφῆι καθ[ὼς]
[προγέγραπται. εἰ δέ τί κα] δ̣ό̣ξηι ὕστερο̣ν ταῖς πόλεσι Κνωσίοις καὶ Λατίο[ις]
[καὶ Ὀλοντίοις ἢ πορτιγράψαι ἢ] ἀφελε͂ν, ταῦτα ἔσ̣τ̣ω κύρια. {²vac.}²
Search Help
Contact Us