[ ]
Aeg.Isl. — Delos Isl. — 118 BC — ID 1514 = IC I xvi 3*
1 | ἀγαθᾶι τύχαι. ἐπὶ τῶν Αἰθαλέων κοσμιόντων Κνωσοῖ μὲν τῶν |
σὺν Κύδαντι τῶ Κύδαντος μηνὸς Ἐλχανίω, Λατοῖ δὲ ἐπὶ τῶν | |
σὺν Διοκλεῖ τῶ Ἡρῴδα μηνὸς Βακινθίω, ἐν δὲ Ὀλόντι τῶν σὺν Τη- | |
λεμάχῳ τῶ Γνώμιος μηνὸ[ς] Ἀ[γρια]νίω, πρειγευσάντων Κνωσίων | |
5 | τᾶς πόλιος ἐπί τε τὰν τῶν Λατίων πόλιν καὶ ἐπὶ τὰν τῶν Ὀλοντί- |
ων καὶ παρακαλεσάντων τὰμ μὲν ἐνεστακυῖαν πορτ’ ἀλλάλονς | |
διαφορὰν καὶ ἀμειξίανς ἆραι, περὶ δὲ τῶν ἀμφιλλεγομένων | |
πόλι πορτὶ πόλιν δόμεν αὐτοῖς τὰν ἐπιτροπάν, {²vac.}² | |
ἔδοξε Λατίοις καὶ Ὀλοντίοις ἐπακολουθῆσαι καθὼς παρακα- | |
10 | λίοντι Κνώσιοι καὶ ἔδωκαν [τ]ὰν ἐπιτροπὰν πάντα περὶ |
πάντων· κρινόντων δ’ ἁ πόλις τῶν Κνωσίων οἵ κα ἐπὶ Κύδαν- | |
τος κοσμίωντι ἐν δεκαμήν[ωι] ἅ κα αὐτοῖς δοκῇ δίκαια ἦμεν· | |
τὰ δὲ κριθέντα καὶ ἀναγραφέ[ντα] ὑπὸ τῶν Κνωσίων βέβαι[α] | |
καὶ κύρια ἦμεν ἐς τὸν ἅπαντα [χρό]νον καὶ μηκέτι ὑπολεί- | |
15 | πεσθαι αὐτοῖς ἔγκλημα μηθὲμ [παρ]ευρέσει μηδεμιᾶι· καὶ ἀν- |
γραφήτω τὰ εὐδοκημένα καὶ [κριθ]έντα Κνωσοῖ μὲν ἐν τ[ῶι] | |
ἱαρῶι τῶ Ἀπόλλωνος τῶ Δελφι[δίω] καὶ ἐν τῶι ἱαρῷ τῶ Ἄρεος | |
[τῶι] Δέρᾳ ἐν στάλαι, Λατοῖ δὲ ἐν [τῶι] ἱαρῶι τᾶς Ἐλευθυίας, ἐ[ν δὲ] | |
[Ὀλόντ]ι ἐν τῶι ἱερῷ τῶ Ζηνὸς τῶ [Ταλλ]αίω, {²vac.}² ἐν δὲ [Δ]ά[λωι] | |
20 | [ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλω]νος· {²vac.}² δό[ντων] δὲ Λάτιοι [καὶ Ὀλόν]- |
[τιοι τούτω τῶ ἐγγρόφω ἑκά]τερο[ι χέρα] τᾶι τῶ[ν Κνωσίων πόλι] | |
[καὶ αὐτοσαυτοῖς· ὑπὲρ δὲ] το[ῦδε τῶ ἐγγρό]φω ἐ[ς Δᾶλον ἀποστη]- | |
[λάντων {²κτλ.}² ] |