[ ]
Aeg.Isl. — Delos Isl. — 118 BC — ID 1514 = IC I xvi 3*
| 1 | ἀγαθᾶι τύχαι. ἐπὶ τῶν Αἰθαλέων κοσμιόντων Κνωσοῖ μὲν τῶν |
| σὺν Κύδαντι τῶ Κύδαντος μηνὸς Ἐλχανίω, Λατοῖ δὲ ἐπὶ τῶν | |
| σὺν Διοκλεῖ τῶ Ἡρῴδα μηνὸς Βακινθίω, ἐν δὲ Ὀλόντι τῶν σὺν Τη- | |
| λεμάχῳ τῶ Γνώμιος μηνὸ[ς] Ἀ[γρια]νίω, πρειγευσάντων Κνωσίων | |
| 5 | τᾶς πόλιος ἐπί τε τὰν τῶν Λατίων πόλιν καὶ ἐπὶ τὰν τῶν Ὀλοντί- |
| ων καὶ παρακαλεσάντων τὰμ μὲν ἐνεστακυῖαν πορτ’ ἀλλάλονς | |
| διαφορὰν καὶ ἀμειξίανς ἆραι, περὶ δὲ τῶν ἀμφιλλεγομένων | |
| πόλι πορτὶ πόλιν δόμεν αὐτοῖς τὰν ἐπιτροπάν, {²vac.}² | |
| ἔδοξε Λατίοις καὶ Ὀλοντίοις ἐπακολουθῆσαι καθὼς παρακα- | |
| 10 | λίοντι Κνώσιοι καὶ ἔδωκαν [τ]ὰν ἐπιτροπὰν πάντα περὶ |
| πάντων· κρινόντων δ’ ἁ πόλις τῶν Κνωσίων οἵ κα ἐπὶ Κύδαν- | |
| τος κοσμίωντι ἐν δεκαμήν[ωι] ἅ κα αὐτοῖς δοκῇ δίκαια ἦμεν· | |
| τὰ δὲ κριθέντα καὶ ἀναγραφέ[ντα] ὑπὸ τῶν Κνωσίων βέβαι[α] | |
| καὶ κύρια ἦμεν ἐς τὸν ἅπαντα [χρό]νον καὶ μηκέτι ὑπολεί- | |
| 15 | πεσθαι αὐτοῖς ἔγκλημα μηθὲμ [παρ]ευρέσει μηδεμιᾶι· καὶ ἀν- |
| γραφήτω τὰ εὐδοκημένα καὶ [κριθ]έντα Κνωσοῖ μὲν ἐν τ[ῶι] | |
| ἱαρῶι τῶ Ἀπόλλωνος τῶ Δελφι[δίω] καὶ ἐν τῶι ἱαρῷ τῶ Ἄρεος | |
| [τῶι] Δέρᾳ ἐν στάλαι, Λατοῖ δὲ ἐν [τῶι] ἱαρῶι τᾶς Ἐλευθυίας, ἐ[ν δὲ] | |
| [Ὀλόντ]ι ἐν τῶι ἱερῷ τῶ Ζηνὸς τῶ [Ταλλ]αίω, {²vac.}² ἐν δὲ [Δ]ά[λωι] | |
| 20 | [ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλω]νος· {²vac.}² δό[ντων] δὲ Λάτιοι [καὶ Ὀλόν]- |
| [τιοι τούτω τῶ ἐγγρόφω ἑκά]τερο[ι χέρα] τᾶι τῶ[ν Κνωσίων πόλι] | |
| [καὶ αὐτοσαυτοῖς· ὑπὲρ δὲ] το[ῦδε τῶ ἐγγρό]φω ἐ[ς Δᾶλον ἀποστη]- | |
| [λάντων {²κτλ.}² ] |