[ ] Crete, Ctr. — Gortyna (Hagioi Deka) — ca. 165 BC — IC IV 182, ll. 1-21
0 [— — — — — — τὰν ὁδὸν τὰν — — — — —]
[․]λ̣οθεν ἄγονσα̣ν κ’ ἀπὸ τᾶς [— — — —]
[․] πὰρ τὰνς Φρασινίκω τῶ Καράνω Σ̣[․․․․]
[․] κἄνδον καὶ ἐπὶ τὰν ἀγοράν, εὐώνυμο[ν]
[ἔ]χοντας τὸ π̣ρυτανήιον, ἐνς ὀρθὸν ἂν [τὰν ἁ]-
5 μαξιτὸν ἐπὶ τὰν λίμναν κἠ̣πὶ τὰν πύλαν τὰν ἐπὶ [τὸ]-
[ν] Ἀσκαλπιὸν ἄγονσαν καὶ δι’ ὁδὸν ἐς τὰν δεξι[ὰν]
ἐπὶ τὸν θόλον τὸν γ<ω>νιαῖον τὸν ἐπὶ τᾶι ἄκραι, κἀπὸ [τῶ]
[θ]όλω κατὰ λόφον καὶ καθ’ ὁδὸν κἠς τὰν νάπα[ν κ’ ἂ]-
[ν] ὁδὸν κἠς τὸν ῥόον τὸν ἀπὸ Ῥιγρᾶν καταρέο[ντ]-
10 [α] κ’ ἂν ῥόον κἠπὶ τὸν κριθθὸν κοῖλον ἐς τὰν δεξ[ιὰν]
ἇι ὕδωρ ῥεῖ ἐς τὸνς τῶν ϝαξίων ὤρονς. τού[των]
τὰ μὲν ἐς τὸν νότον ἔχοντα μέρια Γορτυνίων [ἦ]-
μεν πάντα, τὰ δὲ ἐς τὸν βορίαν ἔχο<ν>τα μέρια Κ̣[νω]-
σ̣ίων ἦμεν πάντα· τὰ̣ δ’ ἐπιπόλαια πάντα κοι[νὰ ἦ]-
15 [μ]εν Γορτυνίων καὶ Κνωσίων, ϝεκατέρων τ[ὰν]
ἡ̣μίναν. Ἐπιτελεθθέντων δὲ τούτω[ν] πεδ[ὰ τᾶς]
τῶν θιῶν εὐνοίας, στᾶσαι τὰν ὁμολογίαν ταύ̣[τα]-
[ν] γ̣ράψαντανς ἐστάλ[αν] λιθίναν Γορτυνίον[ς μ]-
[ὲ]ν ἐμ Πυτί<ω>ι, Κνωσίονς δ’ ἐν τῶι Δελφιδίωι κ̣α̣ὶ̣ [ἄλ]-
20 λαν κοινᾶι τὰνς πόλινς ἀμφοτέρανς ἐν [— — — — — — —]
[․]ίαι ἐν τῶι ναῶι τᾶς Ἀθαναίας.
Search Help
Contact Us