[ ]
Car. / Crete, Ctr. — Magnesia Mai. (Ortaklar, nr.) — ca. 184 BC? — IMagn. 65a + 75 — IC IV 176* — McC.Magn. 29
6 | ... [καὶ πρὸς ἡμᾶς ἀπο]- |
στείλαντες ψάφισμα καὶ [πρεσβευτὰς ἀξι]- | |
οῦσιν διαλυσαμένους [τὸν πόλεμον τὸν] | |
πρὸς Κνωσίους ἆραι ἀποκ[ατασταθῆναί τε] | |
10 | εἰς φιλίαν καὶ τοῖς ἀγαθο[ῖς — — — — — — — —] |
καὶ φι<λ>άνθρωπα περὶ τῶν [κοινᾶι συμφερόντων] | |
πᾶσιν Κρηταιεῦσιν διελέγ[ησαν ἐᾶν αὐτοὺς] | |
ἐλευθέρους ὄντας καὶ [αὐτονόμους ἐν δα]- | |
μοκρατίαι πολιτεύεσθαι· [δεδόχθαι τᾶι πόλι] | |
15 | ἀποκρίνασθαι αὐτοῖς ὅτ[ι Γ]ο[ρ]τυνίω[ν ἁ πό]- |
λις τὰμ μὲν Μαγνήτων πό[λι]ν [ἐπαινοῦμεν] | |
ὅτι ποιεῖ ἃ δεῖ τοὺς φίλου[ς Κρη]σὶν καὶ [ο]ἰ̣[κεί]- | |
ους καὶ τοὺς παραγενομέ[νο]υς πρε[σβευ]- | |
τὰς ἐπαινοῦμεν [— — —ον Μικίωνος, Χαρί]- | |
20 | σιον Νικομάχ<ω> τῶ Νικα[— — —] ὅ̣τ̣[ι εὖ] |
διελέγησαν περί τε τῶν ἐξ [ἀρχ]ᾶς ὑπ[αρχ]όντων | |
Γορτυνίοις καὶ Μάγν[ησ]ι [φιλαν]θρώπων καὶ ὅσα | |
ἐνεδέχετο ἔπρασσον ὑπὲ[ρ τᾶς] ἰ[ρήνα]ς καὶ οὐ- | |
[θ]ὲν ὑπέλειπον τᾶς [φι]λοτιμ[ία]ς οὔθ’ ὁδὸν οὔτε | |
25 | κακοπαθίαν ἔργοντες, ὅσα συ[μφ]έροντα καὶ |
τᾶι Κρήτ[α]ι καὶ Μαγνησία[ι ἔσονται. π]ερὶ ὧν δὲ | |
Γορτύνιοι καὶ Κνώσιοι διαφέ[ρονται, βασιλ]εῖ Πτο- | |
λεμαίωι κριτᾶι ἐπιτραπόμ[εθα, ὅπως ἁμῖν] περὶ | |
τούτων διαλάβηι ... |