[ ]
Crete, E. — Hierapytna (Hierapetra) — shortly after 205 BC — IC III iii 4
See also:
1 | [θ]εὸς ἀγαθ[ός]. |
ἀγαθᾶι τύχαι καὶ ἐπὶ σωτηρίαι. ἐπὶ κόσμ[ων ἐν μὲν] | |
Ἱεραπύτναι τῶν σὺν Ἐνίπαντι τῶ Ἑρμαίω μ̣[ηνὸς] | |
Ἱμαλίω, ἐν δὲ Πριανσιοῖ ἐπὶ κόσμων τῶν σὺ[ν Νέωνι τῶ] | |
5 | Χιμάρω καί μηνὸς Δρομήιω. {²vac.}² τάδε συνέθε[ντο καὶ συνευ]- |
δόκησαν ἀλλάλοις Ἱεραπύτνιοι καὶ Πριάνσιοι [ἐμμένον]- | |
τες ἐν ταῖς προϋπαρχώσαις στάλαις ἰδίαι τε [τᾶι κειμέναι] | |
Γορτυνίοις καὶ Ἱεραπ̣υτνίοις καὶ τᾶι κατὰ κοινὸν̣ [Γορτυνίοις] | |
καὶ Ἱεραπυτνίοις καὶ Πριανσίοις καὶ ἐν τᾶι φιλίαι [καὶ συμμα]- | |
10 | χίαι καὶ ὅρκοις τοῖς προγεγονόσι ἐν ταύταις τ[αῖς πόλεσιν] |
καὶ ἐπὶ τᾶι χώραι ἇι ἑκάτεροι ἔχοντες καὶ κρατόν[τες τὰν συν]- | |
θήκαν ἔθεντο ἐς τὸν πάντα χρόνον. {²vac.}² Ἱεραπυτν̣[ίοις] | |
καὶ Πριανσίο<ι>ς ἦμεν παρ’ ἀλλάλοις ἰσοπολιτείαν καὶ ἐπιγα- | |
μίας καὶ ἔνκτησιν καὶ μετοχὰν καὶ θείων καὶ ἀνθρωπίνων | |
15 | πάντων, ὅσοι κα ἔωντι ἔμφυλοι παρ’ ἑκατέροις, καὶ πωλόν- |
τας καὶ ὠνωμένος καὶ δανείζοντας καὶ δανειζομένος | |
καὶ τἄλλα πάντα συναλάσσοντας κυρίος ἦμεν κατὰ | |
τὸς ὑπάρχοντας παρ’ ἑκατέροις νόμος. {²vac.}² ἐξέστω δὲ τῶι | |
τε Ἱεραπυτνίωι σπείρεν ἐν τᾶι Πριανσίαι καὶ τῶι Πριαν- | |
20 | σιεῖ ἐν τᾶι Ἱεραπυτνίαι διδῶσι τὰ τέλεα καθάπερ οἱ ἄλλοι |
πολῖται κατὰ τὸς νόμος τὸς ἑκατερῆ κειμένος. {²vac.}² εἰ δέ τί | |
κα ὁ Ἱεραπύτνιος ὑπέχθηται ἐς Πριανσ{ι}ὸν ἢ ὁ Πριανσιεὺς | |
ἐς Ἱεράπυτναν ὁτιοῦν, ἀτελέα ἔστω καὶ ἐσαγομένωι καὶ | |
ἐξαγομένωι αὐτὰ καὶ τούτων τὸς καρπὸς καὶ κατὰ γᾶν | |
25 | καὶ κατὰ θάλασσαν· ὧν δέ κα ἀποδῶται κατὰ θάλασσαν ἐώ- |
σας ἐξαγωγᾶς τῶν ὑπεχθεσίμων ἀποδότω τὰ τέλεα | |
κατὰ τὸς νόμος τὸς ἑκατερῆ κειμένος. {²vac.}² κατὰ ταὐτὰ δὲ | |
καὶ εἴ τίς κα νέμ̣[ηι ἀτε]λὴς ἔστω· αἰ δέ κα σίνηται ἀποτεισά- | |
τω τὰ ἐπιτίμια [ὁ] σι[νό]μενος κατὰ τὸς νόμος τὸς ἑκατερῆ κει- | |
30 | μένος. πρειγήια δὲ ὧ [κ]α χρείαν ἔχηι πορηίω, παρεχόντων |
οἱ μὲν Ἱεραπύτνιοι κόσμοι τοῖς Πριανσιεῦσι, οἱ δὲ Πριανσιέ<ε>ς | |
κόσμοι τοῖς Ἱεραπυτνίοις· αἰ δὲ μὴ παρισχαῖεν, ἀποτεισάν- | |
των οἱ ἐπίδαμοι τῶν κόσμων τᾶι πρειγείαι στατῆρας δέκα. | |
ὁ δὲ κόσμος ὁ τῶν Ἱεραπυτνίων ἑρπέτω ἐν Πριανσιοῖ ἐς | |
35 | τὸ ἀρχεῖον καὶ ἐν ἐκκλησίαι καθήσθω μετὰ τῶν κόσμων, |
ὡσαύτως δὲ καὶ ὁ τῶν Πριανσιέων κόσμος ἑρπέτω ἐν Ἱε- | |
ραπύτναι ἐς τὸ ἀρχεῖον καὶ ἐν ἐκκλησίαι καθήσθω μετὰ | |
τῶν κόσμων. ἐν δὲ τοῖς Ἡραίοις καὶ ἐν ταῖς ἄλλαις ἑορταῖς | |
οἱ παρατυγχάνοντες ἑρπόντων παρ’ ἀλλάλος ἐς ἀνδρήι- | |
40 | ον καθὼς καὶ οἱ ἄλλοι πολῖται. ἀναγινωσκόντων δὲ τὰν |
στάλαν κατ’ ἐνιαυτὸν οἱ τόκ’ ἀεὶ κοσμόντες παρ’ ἑκατέ- | |
ροις ἐν τοῖς Ὑπερβώιοις καὶ προπαραγγελόντων ἀλλά- | |
λοις πρὸ ἁμερᾶν δέκα ἤ κα μέλλωντι ἀναγινώσκεν· | |
ὁποῖοι δέ κα μὴ ἀναγνῶντι ἢ μὴ παραγγήλωντι ἀπο- | |
45 | τεισάντων οἱ αἴτιοι τούτων στατῆρας ἑκατόν, οἱ μὲν |
Ἱεραπύτνιοι κόσμοι τῶν Πριανσιέων τᾶι πόλει, οἱ δὲ | |
Πριανσιέες Ἱεραπυτνίων τᾶ πόλει. {²vac.}² αἰ δέ τις ἀδικοίη | |
τὰ συνκείμενα κοινᾶι διαλύων ἢ κόσμος ἢ ἰδιώτας, ἐ- | |
ξέστω τῶι βωλομένωι δικάξασθαι ἐπὶ τῶ κοινῶ δι- | |
50 | καστηρίω τίμαμα ἐπιγραψάμενον τᾶς δίκας κατὰ τὸ |
ἀδίκημα ὅ κά τις ἀδικῆσηι· καὶ εἴ κα νικάσηι, λαβέτω τὸ | |
τρίτον μέρος τᾶς δίκας ὁ δικαξάμενος, τὸ δὲ λοιπὸν ἔσ- | |
τω τᾶν πόλεων. αἰ δέ τι θεῶν βωλομένων ἕλοιμεν ἀγα- | |
θὸν ἀπὸ τῶν πολεμίων, ἢ κοινᾶι ἐξοδούσαντες ἢ ἰδίαι τι- | |
55 | νὲς παρ’ ἑκατέρων ἢ κατὰ γᾶν ἢ κατὰ θάλασσαν, λαν- |
χανόντων ἑκάτεροι κατὰ τὸς ἄνδρας τὸς ἕρποντας | |
καὶ τὰς δεκάτας λαμβανόντων ἑκάτεροι ἐς τὰν ἰδί- | |
αν πόλιν. ὑπὲρ δὲ τῶν προγεγονότων παρ’ ἑκατέροις | |
ἀδικημάτων ἀφ’ ὧ τὸ κοινοδίκιον ἀπέλιπε χρόνω, ποιη- | |
60 | σάσθων τὰν διεξαγωγὰν οἱ σὺν Ἐνίπαντι καὶ Νέωνι κό[σ]- |
μοι ἐν ὧι κα κοινᾶι δόξηι δικαστηρίῳ ἀμφοτέραις ταῖς πό- | |
λεσι ἐπ’ αὐτῶν κοσμόντων καὶ τὸς ἐγγύος καταστασάν- | |
των ὑπὲρ τούτων ἀφ’ ἇς κα ἁμέρας ἁ στάλα τεθῆι ἐμ μη- | |
νί. ὑπὲρ δὲ τῶν ὕστερον ἐγγινομένων ἀδικημάτων προ- | |
65 | δίκωι μέν χρήσθων καθὼς τὸ διάγραμμα ἔχει· περὶ δὲ τῶ |
δικαστηρίω οἱ ἐπιστάμενοι κατ’ ἐνιαυτὸν παρ’ ἑκατέροις | |
κόσμοι πόλιν στανυέσθων ἅγ κα ἀμφοτέραις ταῖς πόλεσ[ι] | |
[δό]ξηι ἐξ ἇς τὸ ἐπικριτήριον τέλεται, καὶ ἐγγύος καθιστάν- | |
των ἀφ’ ἇς κα ἁμέρας ἐπιστᾶντι ἐπὶ τὸ ἀρχεῖον ἐν διμήνωι, | |
70 | καὶ διεξαγόντων ταῦτα ἐπ’ αὐτῶν κοσμόντων κατὰ τὸ |
δοχθὲν κοινᾶι σύμβολον· αἰ δέ κα μὴ ποιήσωντι οἱ κόσμοι κα- | |
θὼς γέγραπται, ἀποτεισάτω ἕκαστος αὐτῶν στατῆρας | |
πεντήκοντα, οἱ μὲν Ἱεραπύτνιοι κόσμοι Πριανσίων τᾶι πόλει, | |
οἱ δὲ Πριάνσιοι κόσμοι Ἱεραπυτνίων τᾶι πόλει. αἰ δέ τί κα | |
75 | δόξηι ἀμφοτέραις ταῖς πόλεσι βωλουομέναις ἐπὶ τῶι |
κοινᾶι συμφέροντι διορθώσασθαι, κύριον ἔστω τὸ διορ- | |
θωθέν, στασάντων δὲ τὰς στάλας οἱ ἐνεστακότες ἑ- | |
κατερῆι κόσμοι ἐπ’ αὐτῶν κοσμόντων, οἱ μὲν Ἱεραπύ- | |
τνιοι ἐν τῶι ἱερῶι τᾶς Ἀθαναίας τᾶς Πολιάδος καὶ οἱ | |
80 | Πριάνσιοι ἐν τῶι ἱερῶι τᾶς Ἀθαναίας τᾶς Πολιάδος. |
ὁπότεροι δέ κα μὴ στάσωντι καθὼς γέγραπται ἀπο- | |
τεισάντων τὰ αὐτὰ πρόστιμα καθότι καὶ περὶ τῶν | |
δικαίων γέγραπται. |