[ ]
Crete, E. — Hierapytna (Hierapetra) — shortly after 205 BC — IC III iii 3,B
See also:
[— — — — — — — — — — — — — — — — — —] | |
1 | [․․․․․․․․]όντων δὲ οἱ Ἱεραπύτνιοι τοῖς Λυττίοις ἐς τὰ [— — — — — — — —] ] |
[․․․․․․․ οἱ δὲ] Λύττιοι τοῖς Ἱεραπυτνίοις ἐς τὰν εὐάμερον τὰν [— — — — — ὁ δὲ κόσμος τῶν] | |
[Ἱεραπυτνί]ων ἑρπέτω Λυττοῖ ἐς τὸ ἀρχεῖον· κατὰ ταὐτὰ δὲ καὶ ὁ τῶ[ν Λυττίων κόσμος ἑρπέτω ἐν Ἱεραπύτναι ἐς] | |
τὸ ἀρχ[εῖον]. αἰ δὲ οἱ κόσμοι ἐλλίποιεν τὰν θυσίαν τὰν ἠγραμμέναν, αἴ κα μή τι πόλε[μος κωλύσηι, ἀποτεισάν]- | |
5 | των ὁ κόσμος ἕκαστος ἀργυρίω στατῆρας ἑκατόν, οἱ μὲν Ἱεραπύτνιοι τοῖς Λυττίοις τᾶι πόλει, ο̣ἱ̣ δ̣ὲ̣ Λ̣ύ̣τ̣τ̣ι̣ο̣ι̣ τ̣ο̣ῖ̣ς̣ |
Ἱεραπυτνίοις τᾶι πόλει. ὅ τι δέ κα δόξηι ταῖς πόλεσιν ἐξελε͂ν ἢ ἐνθέμεν, ὅ τι μὲν ἐξέλοιμεν μήτε ἔνθινον μή- | |
τε ἔνορκον ἦμεν, ὅ τι δὲ ἐγγράψαιμεν ἔνθινόν τε ἦμεν καὶ ἔνορκον. εἰ δέ τί κα θεῶν ἱλέων ὄντων λάβω- | |
μεν ἀπὸ τῶν πολεμίων, λαγχανόντων κατὰ τὸ τέλος ἑκάτεροι· μὴ ἐξέστω δὲ ἰδίαι μήτε πόλεμον ἐ- | |
χφέρεσθαι χωρὶς μήτε εἰρήναν τίθεσθαι, αἴ κα μὴ ἀμφοτέροις δόξηι. αἰ δέ τινές κα ἰδίαι ἐξενέγκωνται, | |
10 | αὐτοὶ καὶ διαπολεμόντων, καὶ μὴ ἔνορκοι ἔστων οἱ μὴ συμπολεμόντες. στασάντων δὲ τὰς στάλας ἑκά- |
τεροι ἐν τοῖς ἰδίοις ἱεροῖς, οἱ μὲν Ἱεραπύτνιοι Ὠλεροῖ ἐν τῶι ἱερῶι, τὰν δὲ ἐν Ἀπόλλωνι, οἱ δὲ Λύττιοι ἐν τῶι ἱ̣- | |
ερῶι τ[ῶ Ἀπό]λλωνος καὶ ἐμ πόλει ἐν Ἀθαναίαι· στασάντων δὲ καὶ κοινὰν στάλαν ἐν Γόρτυνι ἐν τῶι ἱερῶι | |
τῶ [․․․․]ι. ὅρκος Λυκτίων· ὀμνύω τὰν Ἑστίαν καὶ Ζῆνα Ὀράτριον καὶ Ἀθαναίαν Ὠλερίαν καὶ Ζῆνα | |
Μον̣[νίτιον καὶ Ἥ]ραν καὶ Ἀθαναίαν Πολιάδα καὶ Ἀπόλλωνα Πύτιον καὶ Λατὼ καὶ Ἄρεα καὶ Ἀφροδίταν καὶ Κωρῆ- | |
15 | τας [καὶ Νύμφα]ς̣ καὶ θεὸς πάντας καὶ πάσας· ἦ μὰν ἐγὼ συμμαχησῶ τοῖς Ἱεραπυτνίοις τὸν πάντα χρό- |
νον ἁπλ[όω]ς̣ καὶ ἀδόλως καὶ τὸν αὐτὸν φίλον καὶ ἐχθρὸν ἑξῶ καὶ πολεμησῶ ἀπὸ χώρας υἷ κα καὶ ὁ Ἱεραπύτνιος | |
καὶ τὸ δίκαιον δωσῶ καὶ ἐμμενῶ ἐν τοῖς συνκειμένοις, ἐμμενόντων καὶ τῶν Ἱεραπυτνίων. ἐπιορκόντι μὲν | |
ἦμεν τὸς θεὸς ἐμμανίας καὶ γίνεσθαι πάντα τὰ ὑπεναντία, εὐορκῶσι δὲ τὸς θεὸς ἱλέος ἦμεν καὶ γίνεσθαι πολ- | |
λ〚λ〛ὰ {²⁶πολλὰ}²⁶ κἀγαθά. {²vac.}² ὅρκος Ἱεραπυτνίων· ὀμνύω τὰν Ἑστίαν καὶ Ζῆνα Ὀράτριον καὶ Ἀθαναίαν Ὠλερίαν καὶ | |
20 | Ζῆνα Μοννίτιον καὶ Ἥραν καὶ Ἀθαναίαν Πολιάδα καὶ Ἀπόλλωνα Πύτιον καὶ Λατὼ καὶ Ἄρεα καὶ Ἀφροδί- |
ταν καὶ Κωρῆτας καὶ Νύμφας καὶ θεὸς πάντας καὶ πάσας· ἦ μὰν ἐγὼ συμμαχησῶ τοῖς Λυκτίοις τὸν | |
πάντα χρόνον ἁπλόως καὶ ἀδόλως καὶ τὸν αὐτὸν φίλον καὶ ἐχθρὸν ἑξῶ καὶ πολεμησῶ ἀπὸ χώρας υἷ | |
κα καὶ ὁ Λύττιος καὶ τὸ δίκαιον δωσῶ καὶ ἐμμενῶ ἐν τοῖς συνκειμένοις, ἐμμενόντων καὶ τῶν Λυκτίων. ἐ- | |
π̣ιορκ̣ό̣ντι μὲν τὸς θεὸς ἐμμανίας ἦμεν καὶ γίνεσθαι πάντα τὰ ὑπεναντία, εὐορκῶσι δὲ τὸς θε- | |
25 | [ὸ]ς [ἱλέος] ἦμεν καὶ γίνεσθαι πολλὰ κἀγαθά. |