[ ] Crete, E. — Itanos (Eremoupoli Seteias) — late 3rd c. BC — IC III iv 6
See also:
1 [τάδε ἔ]δ̣οξ̣[εν — — — — — — — — — — — — — — — — — — — — —]
[τᾶι] πόλι. ἰσοπολιτείαν̣ ε[ἶναι ἐν μὲν Ἱαραπύτναι τῶι Ἰτανίωι με]-
[τέ]χοντι θείων τε καὶ ἀνθ[ρωπίνων, κατ]ὰ ταὐτὰ δὲ καὶ τ̣[ῶι Ἱαραπυτ]-
[νί]ωι ἐν Ἰτάνωι μετέχοντι θε[ίων τε] καὶ ἀνθρωπίνων. ὅ τι δέ κα δό[ξηι]
5 [ταῖς] πόλεσι κοινᾶι ἐς τὰν συνθήκαν τάνδε ἐνγράψαι ἢ ἐξελε͂ν, [ὅ τι]
[μ]έν κα ἐξέλωμεν μὴ ἔναρον ἔστω μηδὲ ἔνορκον, ὅ τι δέ κ̣α̣ ἐν[γ]-
ράψομεν ἔναρόν τε καὶ ἔνορκον ἔστω.
ἄρχει τᾶς συνθήκας ἐμ μὲν Ἰτάνωι ἐπὶ κοσμητή[ρ]-
ων Πεισάνδρου, Χαριδάμου, Ἀρχεμηνίδα, Καινοκο-
10 [․]ου, Φείδωνος, ἐν δὲ Ἱαραπύτναι ἐπὶ κοσμητήρων
[Κ]αυσίλω, Σαμαγόρα, Κυδικλέος, Μενεσθένεος, Μ̣ενια̣.
Search Help
Contact Us