[ ] Crete, Ctr. — Lato (Gkoulas, nr. Kritza) — late 3rd c. BC (ca. 219-216 BC) — IC I xvi 1 = IV 169
1 θεοί.
[τάδ’ ἔ]βαδε τοῖς Γορτυνίοις καὶ τοῖς Λα-
[τίοις ἐπὶ τ]ῶν σὺν Εὐρυάνακτι κοσμό<ν>των τ[ο͂]
[․․c.8․․․, Γόρτυνι], ἐπὶ τῶν σὺν Ὁμάρωι το͂
5 [․․․c.9․․․ Λατοῖ· τ]ὰσπονδὰνς ἄγεν
[καὶ τὰν εἰράνα]ν αἰεὶ καὶ τὰ δίκαια δια-
[κρίνεν ἐν ἀλλάλ]οις. τὰ μὲν φανερὰ πράξα-
[ντας αὐθαμερὸ]ν ἀποδόμεν, τῶν δὲ ἀφα-
[νέων δόμεν πρ]ᾶξίν. αἰ δέ τις ἀδικε͂σθα[ι]
10 [φωνίοι(?) δικαστὰ]νς ἑλέσθω ὁ ἀδικιόμεν[ος]
[— — — — ὅν]ς κα λῆι αὐτός, ὁ μὲν Γορτύ-
[νιος Λατοῖ, ὁ δὲ Λάτι]ος Γ[ό]ρτυν[ι· ο]ἱ δὲ αἱλε-
[θέντες δικασταὶ δικαδδό]ν[των ο]ἱ μὲν Γορ-
[τύνιοι {²vac.}² Λατ]οῖ, οἱ δὲ Λ[άτιοι Γόρτυνι]
15 [ἐν διμή]ν̣ωι̣· [αἰ δὲ ο]ἱ αἱλεθέ[ντες μὴ δικάξαι]-
[εν(?), πρ]αττόντων ὁ κόσμο[ς ἕκαστον δικαστὰν(?) στα]-
[τῆρ]αν· τὸν δὲ νικαθέν[τα τᾶι δίκαι πραττόντων]
[ὁ κό]σμος τᾶν τριάκον[τα ἁμερᾶν τὸ νίκαμα καὶ]
[ἀπ]οδόντων τῶ[ι ν]ικάσαν[τι — — — — — —]
20 [— —] ἃν κέλ̣η̣[ται — —] νίκαμα ΑΙ̣[— —]
[․․․․· αἰ δέ κα μὴ π]ράξαιεν, αὐ[τοὶ ἀποτεισάντων]
[․․․․․c.15․․․․․․]ΟΡΙΟΙΕΝΑΥΤΟΙ[— —]
[— — — — τῶ]ι νικάσαντι ἢ Ω[— — — — — — —]
[— — — — — — — α]ὐτόν τε καὶ τὰ β[ίδια — — —]
25 [— — — —]ΑΝΟΝΑΙΟΥΧΟΡΙ[— — — — — —]
[— — — — αἰ δὲ μὴ π]ράξαιεν, ὑπόδ[ικοι ἔστων το]
[διπλόω(?) — — —]Ε̣Λ̣Ο[․․․]Ο̣Μ[․]Λ̣Η̣[— — — — —]
[— — — — — — το͂ αἱλ(?)]ι̣ομένο δικάτ-
[τεν(?)— — ὁ ἀδικιόμεν]ος τῶι κόσμωι ἐπὶ
30 [τ]ο͂ ἐπισταμένο [κό]σμο, τός κα αὐτὸς
ἕληται δικαστάνς· ὁτεῖος δέ κα κόσμος
μὴ βέρδηι κατὰ τὰ γεγραμένα ἀποτει-
σάτω πὰρ τὸν τίτα[ν] ἀργυρίω διακοσίος στατῆρας
ἕκαστος ὁ κόσμος· μ[ω]λῆν τὸν λείοντα
35 κἤχεν τὰν ἡμίναν, τὰν δὲ ἡμίναν τᾶι πό-
λι· τιμαῖς δὲ χρησιόμεθα ταῖς ἐς το͂ δια-
γράμματος το͂ τῶν Κρηταιέων ἇι ἑκάσ-
των ἔγραπται· κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ ὑ-
πόβοικοι ὑπεχόντων τὸ δίκαιον τοῖς Λα-
40 τίοις Γόρτυνι. ἀναγρ[α]ψάντων δὲ βε-
κάτεροι ἐν βρυταν[είωι τὰ] ἠγραμμένα.
{²vacat}²
Search Help
Contact Us