[ ] Crete, Ctr. — Dreros (Neapolis, nr.) — end 3rd-2nd c. BC — IC I ix 1
See also:
a.1 θεός. τύχα.
ἀγαθᾶι τύχαι.
ἐπὶ τῶν Αἰθαλέ-
ων κοσμιόντων
5 τῶν σὺγ Κυίαι καὶ
Κεφάλωι, Πύρωι,
Πίωι, Βισίωνος
γραμματέος
δὲ Φιλίππου,
10 τάδε ὤμοσαν
ἀγέλαοι παν-
άζωστοι ἑκα-
τὸν ὀγδοή-
κοντα. ὀμνύω
15 τὰν Ἑστίαν τὰν
ἐμ πρυτανείωι
καὶ τὸν Δῆνα τὸν
Ἀγοραῖον καὶ τὸν Δῆ-
να τὸν Ταλλαῖον
20 καὶ τὸν Ἀπέλλων<α>
τὸν Δελφίνιον καὶ
τὰν Ἀθαναίαν τὰν
Πολιοῦχον καὶ τὸν
Ἀπέλλωνα τὸν Ποίτιον
25 καὶ τὰν Λατοῦν καὶ τὰν
Ἄρτεμιν καὶ τὸν Ἄρεα
καὶ τὰν Ἀφορ<δ>ίταν καὶ
τὸν Ἑρμᾶν καὶ τὸν Ἅλιον
καὶ τὰν Βριτόμαρπ<ι>ν
30 καὶ τὸμ Φοίνικα καὶ τὰν
Ἀμφι[ώ]ναν καὶ τὰγ Γᾶν
καὶ τὸν Οὐρανὸν καὶ
ἥρωας καὶ ἡρωάσσας
καὶ κράνας καὶ ποτα-
35 μοὺς καὶ θεοὺς πάντας
καὶ πάσας· μὴ μὰν ἐγώ
ποκα τοῖς Λυττίοις
καλῶς φρονησεῖν
μήτε τέχναι μήτε μα-
40 χανᾶι, μήτε ἐν νυκτὶ
μήτε πεδ’ ἁμέραν, καὶ
σπευσίω ὅ τι κα δύναμαι
κακὸν τᾶι πόλει τᾶι τῶν Λυττίων.
b.44 Δικᾶν δὲ καὶ πρ[αξί]-
45 ων μηθὲν ἔνορκον
ἤ<μ>ην. καὶ τέλομαι
φιλοδρήριος καὶ
φιλεκνώσιος.
καὶ μήτε τὰμ πό-
50 λιν προδωσεῖν
τὰν τῶν Δρηρίων,
μήτε οὐρεῖα τὰ
τῶν Δρηρίων
μηδὲ τὰ τῶγ Κν[ω]-
55 σίων, μηδὲ ἄν-
δρας τοῖς πο-
λεμίοις προδω-
σεῖν μήτε Δρη-
ρίους μήτε Κνω-
60 σίους․․․
144 καὶ οἱ Μιλάτιοι
145 ἐπεβώλευσαν
ἐν τᾶι νέαι νε-
μονήιαι τᾶι πό-
λει τᾶι τῶν Δρη-
ρίων ἕνεκα τᾶς
150 χώρας τᾶς ἁ-
μᾶς, τᾶς ἀμφι-
μαχόμεθα.
Search Help
Contact Us