[ ]
Crete, Ctr. — Dreros (Neapolis, nr.) — end 3rd-beg. 2nd c. BC — BCH 60.1936.280,1
1 | θεός· τύχα. |
ἔδοξε Δρηρίων τᾶι βου- | |
λᾶι καὶ τῶι δάμωι | |
Ὀρέσταν Ἐρυμνέως | |
5 | Ἀσπένδιον πρόξενον |
εἶναι καὶ εὐεργέταν καὶ | |
αὐτὸν καὶ ἐγγόνους εἶ[ναι] | |
δὲ αὐτοὺς καὶ πολίτας καὶ | |
κατοικεῖν καὶ ἐγδημεῖν ἀσυ- | |
10 | λὶ [κ]αὶ ἀσπονδὶ καὶ πολέμου |
καὶ εἰρήνης καὶ κατὰ γῆν | |
καὶ κατὰ θάλασσαν. ἀνε- | |
<γ>ρά<φ>η ἐπὶ τῶν Δυμάνων | |
κοσμούντων. Ἄργας Σ̣ω̣- | |
15 | τέλιος, Φαλακρίων Κίμω- |
νος, Σωγένης Πραξίου, | |
Πύρω̣ν̣ Ἀνδροχά̣ρ̣ι̣ος, | |
Εὐμήδης Νίκιος. |