[ ] Crete, Ctr. — Gortyna — 2nd c. BC
See also:
1          [Φι]λ̣οῦ̣ς Φίλω-
          νος χαῖρε.
τοῦτο τὸ σᾶμα τίνος; συ[νο]-
δοιπόρε, πέτρον ἀθρ̣[ήσας] |
5 λέξον, ἐπὶ ταύταν εἰ[ς ὁδὸν]
ἠλάσαμεν. | —— σᾶμα Φιλοῦς, γ[ενέ]-
τας δὲ Φίλων. —— μάτηρ δὲ τί[ς, εἰπέ], |
εἰκ ἄρα τᾶι γλυπτᾶι τοῦτ[ο πρό]-
σεστι λίθωι. | —— σαμαίνι στά[λα. —— λέ]-
10 γε μὴ βραδύς. —— οὔνομα μ[ατρὸς] |
ἐσθ’ Ἑλένα. —— ποσέτης ἤλ[υθεν]
εἰς Ἔρεβος; | —— ἰκοσέτης. —— τ[λά]-
μων γενέτας, μάτηρ δ̣[ὲ τάλαι]-
να, | ἣν ἀδίκως Ἅιδας ἄ[νθος]
15 ἐκαρπίσατο. | ἆρ’ ἄγαμος κ̣α̣[ὶ ἄτε]-
κνος ὑπὸ χθονὶ δύσμορ[ός ἐσσι]; |
αὐτὰ δ’ ἐξκοτίων εἰπὲ [μυχῶν]
τόδ’ ἔπος. | —— οὔτ’ ἄγαμος γεν[όμαν],
ὁ δὲ σύνβιός ἐστι Κοΐντ̣[ος, | ὅσπερ]
20 παρθενίης ζώματ’ ἔλυ[σεν ἐμῆς]. |
ὀστέα δὲ ξίνα κατ[έχι κό]-
νις, ἁ δὲ Λίβυσα | πατρ̣[ὶς Ταυ]-
χίρων οὐκ ἐκάλυψε κό̣μ̣[αν]. |
Search Help
Contact Us