[ ] Crete, Ctr. — Gortyna — 381-384 AD
1 Οἰκουμένιον Δωσίθεον
Ἀσκληπιόδοτον, τὸν λαμπρότατον
ὑπατικόν, ἀρετῆς ἕνεκεν καὶ
δικαιοσύνης Αἰμίλιος Κυντίλιος
5 Πύρρος ὁ σοφιστὴς καὶ Οὔλπιος
Φουρσίδιος Πανελλήνιος πρωτεύων,
δόγματι τοῦ κοινοῦ τῆς Κρητῶν
ἐπαρχίας, παρὰ τὴν Δίκην ἀνέστησαν.
Search Help
Contact Us