[ ]
Crete, Ctr. — Gortyna — 3rd c. AD
1 | Τ(ίτον) Φλ(αούιον) Ἰούλιον Βολούμνιον |
Σαβεῖνον, τὸν ἀρχιερέα τοῦ | |
κοινοῦ τῶν Κρητῶν τὸ βʹ, | |
μόνον Κρητῶν ἔχοντα κατὰ θείαν | |
5 | μεγαλοδωρίαν θεατροκυνηγεσίων |
ἡμέρας τρεῖς ἐν αἷς ἀποσφάξαι θηρία | |
ὅσα αὐτὸς ἐβούλετο, σιδηροκόντρων δὲ | |
ἡμέρας κατὰ τὸ ἑξῆς τρεῖς ὧν ἐν ἑκάστῃ | |
ζεύγη ἀπότομα δύο καὶ θηρία σφακτά, | |
10 | τὰς δὲ τῶν μονομαχιῶν ἡμέρας τέσσαρας |
ὧν ἐν ἑκάστῃ ζεύγη ἀπότομα τέσσαρα, | |
τὰ δὲ ὑπόλοιπα ζεύγη τῷ ὀξεῖ σιδή[ρ]ῳ, | |
τὸν οὕτω φιλοτειμησάμενον μόνον Κρητῶν, | |
Αὐρ(ήλιος) Ἰουλιανός, Κλ(αύδιος) Νείκανδρος, Κλ(αύδιος) Πτολεμαῖος, | |
15 | Αὐρ(ήλιος) Ἑρμῆς τὸν ἀσύνκριτον φίλον καὶ εὐεργέτην. |