[ ]
Crete, Ctr. — Gortyna — 180-182 AD
face A.1 | ἡ βουλὴ |
καὶ ὁ δῆμος | |
τῶν Γορτυνίων | |
Τ(ίτον) Φλα(ούιον) Ξενίωνα | |
5 | τὸν εὐεργέτην, |
ἐπὶ πρωτοκόσ- | |
μῳ Γαΐῳ Τερεντί- | |
ῳ Σατορνείλῳ. | |
face B.1 | στηλογ̣ρ̣α̣[φία διανομῶν] |
τῶν καταλε[ιφθεισῶν ἐπὶ] | |
κωδικίλλοις Φλ[α(ουίου) Ξενίωνος] | |
ἡμερῶν ❦ ηʹ. | |
5 | πρὸ ια Καλανδ(ῶν) Μαΐων Ῥώμης γενεθλίῳ, |
πρὸ α Καλανδ(ῶν) Σεπτεμβρίων Κομόδου Αὐ[τοκρ(άτορος) Σεβ(αστοῦ) γενεθλίῳ], | |
Νώναις Μαρτίαις κρατήσει Αὐτοκράτορος Ἀντ̣[ωνείνου θεοῦ] | |
Σεβ(αστοῦ) καὶ Λουκίλλης Σεβαστῆς γενεθλίῳ, | |
πρὸ ιη Καλανδ(ῶν) Ἰανουαρίων Λουκίου θεοῦ Σεβαστοῦ̣ [γενεθλίῳ], | |
10 | πρὸ ια Καλανδ(ῶν) Δεκεμβρίων Φλα(ουίου) Ξενίωνος γεν[εθλίῳ], |
Εἰδοῖς Ὀκτωβρίαις Λαμπριοῦς καὶ Ξενοφίλου γεν[εθλίῳ], | |
πρὸ ζ Καλανδ(ῶν) Αὐγούστων Ζηνοφίλου γενεθλίῳ, | |
πρὸ α Καλανδ(ῶν) Αὐγούστων Κλ(αυδίας) Μαρκελλείνης γε[νεθλίῳ]. |