[ ] Crete, Ctr. — Gortyna — 381 AD
[— — — — — — — — — —]
1 τα εἰς κατ̣αδίκ̣ην ε̣ἴ̣ π̣οτ̣[έ]
τις εἰς ἑτέραν χρίαν ἀλλ’ οὐ-
κ εἰς αὐτὴν τὴν διατρο-
φὴν τῆς πόλεως λαβεῖν
5 ἐπιχειρήσοι τὸν σεῖτον
τοῦτον ἢ τὸ ὑπὲρ αὐτοῦ
τίμημα, τόδε κατὰ λεπτὸν
μέρος ἡ πίστεις τῶν πε-
πραγμένων ὑπομνημά-
10 των περιέχει καὶ πόσον
μὲν ἐν χρυσῷ, πόσον δὲ
ἐν σείτῳ ὑπεδέξατο
Σεραπάμμων πρὸς τὸ
ἀεὶ τὴν ἐνθήκην αὔξιν
15 τῆς μητροπόλεως κατὰ
τὴν εὔκαιρον ἀγορασί-
αν καὶ δικαίαν μετάπρα̣-
σιν· ταῖς τε ἱεραῖς καὶ θείαις
προτομαῖς τῶν κοινῶν δεσ-
20 ποτῶν καὶ τροπεούχων Αὐγούσ-
των Φλ(αουίου) Γρατιανοῦ καὶ Φλ(αουίου)
Βαλεντεινιανοῦ καὶ Φλ(αουίου)
Θεοδοσίου καθιέρωσεν τὴν
στήλην τ<α>ύτην, μνήμην ἀ-
25 θάνατον τῆς βασιλείας καὶ
διὰ τούτου τοῦ μέρους ἐθέ-
λων φυλάττεσ<θ>αι τὸ Κρητῶν
ἔθνος. vac. ἐπράχθη τὰ ὑπο-
μνήματα περὶ τῆς ὑποθέ-
30 σεως ταύτης τῇ πρὸ ιδ
Καλανδῶν Ἰουλίων τῇ
μετὰ Συάγριον καὶ
Εὐχέριον ὑπατίᾳ. ❦
Search Help
Contact Us