[ ]
Crete, Ctr. — Gortyna — 381-383 AD
1 | ❦ τοὺς ἀηττήτους νεικητὰς |
καὶ αἰωνίους τροπεούχους | |
δεσπότας τῆς οἰκουμένης | |
Γρατιανόν, Βαλλεντινιανὸν | |
5 | καὶ Θεοδόσιον εὐσεβεῖς Σεβαστούς, |
πρὸ τῆς εἰσόδου τοῦ καινοῦ | |
πραιτωρίου τοῦ ἐκ [θε]μελίων | |
κατασκευαζομένου, [Οἰκ]ουμένιος | |
Δωσίθεος Ἀσκληπ[ιόδοτ]ος | |
10 | ὁ λαμπρότατος ὑ[πατικ]ὸ̣ς |
τῆς Κρητῶν ἐ[παρχείας] | |
καθίδρυσεν κ[αθοσιουμέν]ος | |
τῇ {ε} αὐτῶν [ε]ὐσεβίᾳ. |