[ ] Crete, Ctr. — Gortyna — 2nd c. BC
0a {ὁ Κρὴς εὗρε Πύ[ρο]ος με καὶ ἀμφ’ ὤ[μοις] διφά̣λετρον} |
{τόξον ἑλὼν Ἄρεος ἤπτετο φ̣υλόπιδος}. |
{εὗ̣ρ̣ε δ’ ἄρα π̣<— — —>.}
1 ὁ Κρὴς εὗρε Πύροος με καὶ ἀ-
μφ’ ὤμοις διφάλετρον |
τόξον ἑλὼν Ἄρεος ἤπτ-
ετο φ̣υλόπιδος. |
5 εὗρε δ’ ἄρα πρόβλημα χρ-
οὸς καὶ τεῦχος ὀιστῶν |
ὁ θρασὺς Ἐρταίων φέρ-
τατος ἐν προμάχοις, |
ἐξ οὗ πᾶσα φοβεῖ με νέ-
10 ω̣ν ὠκύδρομος ἥβη. |
σοὶ δὲ Σάρα̣πι καὶ Ἶσι δῶ-
ρον ὑπὸ προδόμωι |
θῆκε μνημόσυνόν με Π-
ύρως σοὶ τόνδ’ ἐπὶ νίκης |
15 πολλάκις ἐκ πολέμων
κῦδος ἀηράμενος. |
Search Help
Contact Us