[ ] Crete, Ctr. — Gortyna — ca. 200-150 BC
block a.1 [ἀγαθ]ᾶ̣ι̣ τ̣ύ̣χαι. ἐπὶ τῶν Αἰθελέων Γόρτυνι κορμιόντων
τῶν σὺν Ἐρταίωι τῶ Ἀμνάτω ὅκα τὸ τέταρτον μηνὸς
Ϝευχανίω, vac. ἐν δέ Καυδοῖ ἐπὶ τῶν σὺν Ὀφελάνδρωι τῶι
Πόρτωνος. τάδε ἐπεχώρησαν οἱ Γορτύνιοι τοῖς τὰν Κα[ῦ]-
5 δον ϝοικίονσι· ἐλευθέρονς καὶ αὐτονόμονς καὶ αὐτοδί-
κονς τὰ πορτὶ ψεαυτὸνς ϝοικῆν, μένονσι ἐν τᾶι κατασ<τάσ>ι ἇι
οἱ Γορτύνιοι κατέστασαν χἠπομένονς κἠμ πολέμωι χἰρήν[αι]
τοῖς Γορτυνίοις χρημένονς νόμοις τοῖς ἰδίοις· φέρεν δὲ τὸνς
ἐν Καυδοῖ ϝοικίοντανς τῶν γιννομένων πάντων ἐν τᾶι χώραι
10 δεκάταν καθὼς οἱ Γορτύνιοι, πλὰν θνατῶν καὶ τῶν λιμένων τᾶς
προσόδω καὶ λαχάνων· ταῦτα δ’ αὐτοὶ ἐχόντων. vac. ἁλῶν δὲ δι-
δ̣όντων χιλιάδας πέντε κατ’ ἐνιαυτόν, παλλαμβανέτω δὲ ὁ
πρείγιστος καὶ οἱ ὦροι τὰς πέντε χιλιάδανς ἐς τᾶν ἁλᾶν, καὶ αἰ
μέ[ν κ]α λείωντι διακομιττόντων οἱ τὰν Καῦδον ϝοικίοντες ἐφ’ ἡ-
15 μίναι, αἰ δὲ μὴ λείοιεν ἐξαρτυόνθων αὐτοὶ οἱ Γορτύνιοι. διδόν-
των δὲ καὶ ἀρκεύθων ϝεδίμνονς διακατίονς ᾗ κ’ ἦι φο-
ρά, ᾗ [δέ] κα μὴ ἦι φορὰ ϝεξήκοντα, περὶ δὲ τᾶς κομιδᾶς ἔσ[τω]
[κ]αθ̣[ὼ]ς τῶν ἁλ〚λ〛ῶν {²⁶ἁλῶν}²⁶ ἤγρατται. vac. ὅ τι δέ κ’ ἐσπέτηι ἐς τᾶν χω̣-
[ρᾶν ἢ] θαλάθθας ἦμεν τῶι Ἀπέλλωνι τῶ[ι Πυτ]ίωι τὰν δεκ[άταν].
                         {²complures versus desunt
block b.20 [α]ἰ δέ κα μὴ ἐσκαλέσωνται ․[— — — — — — — — — — ἐν]
δὲ Γόρτυνι ἐπὶ τοῖς ἑκατὸν χ[— — — — — — — — Γορτυνί]-
οις καὶ τοῖς ἐν Καυδοῖ ϝοικίον[σι· αἰ δέ τί κα δόξηι τῶν ἐ]-
πωμοσμένων ἢ ἐξελὲν ἢ ἐν[θέμεν — — — — — — — — — —]
καὶ πειθθίωντι, ἃ μέν κα ἐνθίω[μεν ἔνορκα καὶ ἔνθινα ἦμεν, ἃ]
25 δέ κα ἐξέλωμεν, ταῦτα μ[ήτε ἔνορκα μήτε ἔνθινα ἦμεν ․․․․]
σ[․․] ἦμεν τας χώρας κα[— — — — — — — — — — — — — — —]
ρος ἐλλίπηι ἀναιλῆθθ[αι — — — — — — — — — — — — — — —]
τὰνστάλας Γορτυ[ν— — — — — — — — — — — — — — — — —]
       vacat
Search Help
Contact Us