[ ] Crete, Ctr. — Gortyna — 166/165 BC
[— — — — — — — — — — — — — — — — — — —]
1 [․]λ̣οθεν ἄγονσα̣ν κ’ ἀπὸ τᾶς [— — — — — — —]
[․] πὰρ τὰνς τῶ Φρασινίκω τῶ Καράνω σ̣[․․․․]
[․] κἄνδον καὶ ἐπὶ τὰν ἀγορὰν εὐώνυμο[ν]
[ἔ]χοντας τὸ π̣ρυτανῆιον ἐνς ὀρθὸν ἂν [τὰν ἁ]-
5 μ̣αξιτὸν ἐπὶ τὰν λίμναν κἠ̣πὶ τὰν πύλαν τὰν ἐπὶ [τὸ]-
[ν] Ἀσκαλπιὸν ἄγονσαν καὶ δίοδον ἐς τὰν δεξι[ὰν]
ἐπὶ τὸν θόλον τὸν γ<ω>νιαῖον τὸν ἐπὶ τᾶι ἄκραι, κ’ ἀπὸ [τῶ]
[θ]όλω κατὰ λόφον καὶ καθ’ ὁδὸν κἠς τὰν νάπα[ν κ’ ἂ]-
[ν] ὁδὸν κἠς τὸν ῥόον τὸν ἀπὸ Ῥιγρᾶν καταρέοτ]-
10 [α] κ’ ἂν ῥόον κἠπὶ τὸν κριθθὸν κοῖλον ἐς τὰν δεξ[ιὰν]
ἇι ὕδωρ ῥεῖ ἐς τὸνς τῶν Ϝαξίων ὤρονς· τού[των]
τὰ μὲν ἐς τὸν νότον ἔχοντα μέρια Γορτυνίων [ἦ]-
μεν πάντα, τὰ δὲ ἐς τὸν βορίαν ἔχο<ν>τα μέρια Κ̣[νω]-
σ̣ίων ἦμεν πάντα, τὰ̣ δ’ ἐπιπόλαια πάντα κοι[νὰ ἦ]-
15 [μ]εν Γορτυνίων καὶ Κνωσίων, ϝεκατέρων τ[ὰν]
ἡ̣μίναν. ἐπιτελεθθέντων δὲ τούτω[ν] πεδ[ὰ τᾶς]
τῶν θιῶν εὐνοίας, στᾶσαι τὰν ὁμολογίαν ταύ̣[τα]-
[ν] γ̣ράψαντανς ἐστάλ[αν] λιθίναν Γορτυνίον[ς μ]-
[ὲ]ν ἐμ Πυτίοˉι, Κνωσίονς δ’ ἐν τῶι Δελφιδίωι κ̣α̣ὶ̣ [ἄλ]-
20 λαν κοινᾶι τὰνς πόλινς ἀμφοτέρανς ἐν̣ Ῥ̣ι̣[ττ]η̣-
[ν]ίαι ἐν τῶι ναῶι τᾶς Ἀθαναίας. #⁵⁶ ἐπὶ τῶν Δυμάν[ων]
[κ]ορμιόντων τῶν σὺν Καρταιδάμαι τῶ Ὀνυμάρ[χω],
[μηνὸς Ἀ]μυ̣κλα[ί]ω δεκάται, Κνωσοῖ δ’ ἐπὶ τῶν Ε̣[․․․]
[․․․ων κο]ρμιόντων τῶν σὺν Μοψείωι τῶ Ὑπερτέρ[ω]
25 [— — — — —]χω, μηνὸς Νεκ[υσίω], τῶν Γορτυνίων ἀ̣π̣ο̣[λα]-
[βόντων τ]ὰν Ἀπελλωνίαν πὰρ Κνωσίων καθ̣[ὼ]ς̣ π̣[ρε]-
[ιγεύσαν]τες παρεκάλεσαν καὶ τῶν Κνωσίων πρε̣[ιγ]-
[ευσά]ν̣των ἐξ αὐτᾶς πορτὶ Γορτυνίονς περὶ Ἀπε[λλω]-
[νί]α̣ς̣ κ̣αὶ̣ τ̣ᾶς χώ[ρα]ς τᾶς τῶ̣<ν> Ἀπελλωνια[τᾶν — —]
30 [— — — —]τ̣ω̣ν[․․․․․ ἔ]δ̣οξε Γορτυνίοι̣[ς] α̣[— — —]
[— — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us