[ ] Crete, Ctr. — Gortyna [Car., Magnesia Mai.] — after 196/195 BC — McC. Magn. 29
[— — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — —]αι̣[— — — — — — — — — —]
[— — — — — — — —]ε[— — —]α[— — — — — —]
[․]ολ[․․․]ς̣ καὶ μετὰ α[— — — — — — — — —]
χῆς [κ]ατὰ̣ ․ [τ]ῆς κατοικο[— — — — — — δια]-
5 λύοντες [αὐ]τοὺς διαφε[ρ — — — — — — — —]
τὸ συμφέρον καθιστάν[τες, καὶ πρὸς ἡμᾶς ἀπο]-
στείλαντες ψάφισμα καὶ [πρεσβευτὰς ἀξι]-
οῦσιν διαλυσαμένους [τὸν πόλεμον τὸν]
πρὸς Κνωσίους ἆραι ἀποκ[ατασταθῆναί τε]
10 εἰς φιλίαν καὶ τοῖς ἀγαθο[ῖς — — — — —]
καὶ φι<λ>άνθρωπα περὶ τῶν [κοινᾶι συμφερόντων]
πᾶσιν Κρηταιεῦσιν διελέγ[ησαν ἐᾶν αὐτοὺς]
ἐλευθέρους ὄντας καὶ [ἀζαμίους ἐν τᾶι δα]-
μοκρατίαι πολιτεύεσθαι [— — — — — — —]
15 ἀποκρίνασθαι αὐτοῖς ὅτ[ι Γ]ο[ρ]τυνίω[ν ἁ πό]-
λις τὰμ μὲν Μαγνήτων πό[λι]ν ΥΠΑΕΙ̣․ΣΟ[— —]
ὅτι ποιεῖ ἃ δεῖ τοὺς φίλου[ς Κρη]σὶν καὶ [ο]ἰ̣[κεί]-
ους καὶ τοὺς παραγενομέ[νο]υς πρε[σβευ]-
τὰς ἐπαινοῦμεν ․․․․․․․[ον Μικίωνος, Χαρί]-
20 σιον Νικομάχ<ω> τῶ Νικα․․ΣΑΛ̣․․ΚΑΤ̣[—]Μ ὅ̣τ̣[ι εὖ]
διελέγησαν περί τε τῶν ἐξ [ἀρχ]ᾶς ὑπ[αρχ]όντων
Γορτυνίοις καὶ Μάγν[ησ]ι [φιλαν]θρώπων καὶ ὅσα
ἐνδέχετο ἔπρασσον ὑπὲ[ρ τᾶς][ρήνα]ς, καὶ οὐ-
[θ]ὲν ὑπέλειπον τᾶς [φι]λοτιμ[ία]ς οὔθ’ ὁδὸν οὔτε
25 κακοπαθίαν ἔργοντες, ὅσα συ[μφ]έροντα καὶ
τᾶι Κρήτ[α]ι καὶ Μαγνησία[ι ἔσονται. π]ερὶ ὧν δὲ
Γορτύνιοι καὶ Κνώσιοι διαφέ[ρονται, βασιλ]εῖ Πτο-
λεμαίωι κριτᾶι ἐπιτραπόμ[εθα, ὅπως ἁμῖν] περὶ
τούτων διαλάβηι. διαλεχθέ[ντων δὲ τῶν πρεσ]-
30 βευτῶν καὶ περὶ τῶν Κρηται[έων τῶν εἰς Μίλητον]
ποικιζομένων, ἔδοξεν [Γορτυνίων τοῖς κόρ]-
μοις καὶ τᾶι [πό]λει· ὅσοι ἐμ Μι[λήτωι Γορτύνιοι]
ὄντες μετ̣ώ̣ι[κη]σαν εἰς Μίλ[ητον ἢ — — — — —]
αν ἢ ἄλλω[ς, εἶμ]εν Γορτυνίο[υς, ὅσοι δὲ πολι]-
35 τεύουσιν ἐμ Μιλήτωι, μὴ εἶμεν [ἐπάνοδον εἰς]
τὰν ἰδίαν, ἀλλὰ τὰ ὑπάρχον[τα αὐτοῖς εἶμεν δα]-
μόσια καὶ εἶμεν αὐτοῖς τὰ ἐπ[ιτίμια ἅπερ τοῖς ἐπὶ]
τὰν ἰδίαν στρατευσαμένοις [— — — — — — — πε]-
δὰ Γορτυνίων [ἐκκ]λ̣ησίαν, δ[εδόχθαι τὰ ψαφίσ]-
40 ματα ἀποστεῖλαι πρός τε Μιλ[ησίους καὶ πρὸς]
[το]ὺ̣ς μετελθόντας εἰς Μίλητ[ον — — — — —]
[— — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us