1 | Γορτυνίων οἱ κόσμοι καὶ ἁ πόλις Κώιων τᾶι βωλᾶι κα[ὶ τ]- |
ῶι δάμωι χαίρειν· ἐπειδὴ Ἑρμίας Ἐμμενίδα, χε̣[ιρο]- | |
τονηθὲνς ὑφ’ ὑμίων καὶ ἀποστευθὲνς παρ’ ἁμὲ ἰα- | |
τρός, ἀξίως πεπόηται τὰν παρ’ ἁμῖν ἐπιδαμίαν | |
5 | ὑμίων τε τῶν ἀποστειλάντων καὶ αὐτοσαυτῶ, ἔ- |
TI DE\ KAI\ A(MI/WN TW=N DO/NTWN U(MI=N TA\N E)PITROPA\N | |
τᾶς αἱρέσιος τῶ ἰατρῶ, ἀνέγκλητος ἰὼν ἐμ πᾶσι τ- | |
ὰν ἐπιδαμίαν πεποίηται ἔτια πέντε ἐπιμελόμ- | |
ENO/S TE TW=N POLITA=N KAI\ TW=N A)/LLWN TW=N KATOIKIO/- | |
10 | ντων Γόρτυνι φιλοτιμίως τε καὶ ἐντενίως κατὰ τὰ- |
ν τέχναν καὶ τὰν ἄλλαν ἐπιμέλειαν πολλὸνς ἔ- | |
σωσε ἐς μεγάλων κινδύνων οὐδὲν ἐλλείπω- | |
ν προθυμίας, συμμάχων τε ἁμῖν πολλῶν παραγε- | |
γονότων καθ’ ὃν καιρὸν ἐπολεμίομεν καὶ τούτων | |
15 | τὰν αὐτὰν ἐπιμέλειαν ἐποιήσατο καὶ ἔσωσε ἐς |
μεγάλων κινδύνων βωλόμενος εὐχαριστῆν τᾶ- | |
ι ἁμᾶι πόλει, ἐπεὶ δὲ ἐπευθὼν ἐπὶ τὰν ἐσκλησίαν | |
ἀξίωσε ἁμὲ ἀφέμεν αὐτὸν ἐς τὰν ἰδίαν, ἐπεχω- | |
[ρ]ήσαμεν συναπεστήλαμέν τε τῶν πολιτᾶν | |
20 | [α]ὐτῷ Σόαρχον καὶ Κύδαντα, βωλόμενοι αὐτῷ εὐ- |
[χαρι]στῆν, ἔδοξέ τε ἁμῖν ἐπαινέσαι Ἑρμίαν ἀρε- | |
[τᾶς ἕ]ν̣εκα καὶ εὐνοίας τᾶς ἐς τὰν πόλιν, ἐπαινέ- | |
[σαι δὲ καὶ] Κ̣[ώ]ι̣ονς ὅτι καὶ ἰατρὸν ἀγαθὸν καὶ {ι} ἄνδρα ἀξ[ι]- | |
[όλογον ἁμῖν ἀπέ]στηλαν· ἇι δὲ καὶ πάντες γινώσκ̣- | |
25 | [ωντι ὅτι ἐπιστάμ]ε̣[θ]α χάριτας ἀποδιδόμεν, ἔδοξ[ε] |
[ἁμῖν καὶ πολιτείαν δ]ό̣μεν α[ὐ]τῶι καὶ ἐκγόνοις | |
[— — — — — — — — — — — — — — — — — — —] |
IC IV
168*