[ ] Crete, Ctr. — Gortyna — ca. 250-200 BC
See also:
1 [θιοί].
[τάδ’ ἔϝαδε τ]ᾶι̣ [πόλι] ψ̣α̣φίδδονσι τρια-
[κατίων π]α̣ριόντων —— νομίσματι χρῆτ-
[θα]ι̣ τῶι καυχῶι τῶι ἔθηκαν ἁ πόλις· τὸδ
5 δ’ ὀδελὸνς μὴ δέκετθαι τὸνς ἀργυρίος.
αἰ δέ τις δέκοιτο ἢ τὸ νόμισμα μὴ λείοι
δέκετθαι ἢ καρπῶ ὠνίοι, ἀποτεισεῖ ἀρ-
γύρω πέντε στατῆρανς. πεύθεν δὲ
πορτὶ τὰν νεότα, τᾶς δὲ νεότας ὀμν-
10 ύντες κρινόντων οἱ ἑπτὰ κατ’ ἀγοράν,
οἵ κα λάχωντι κλαρώμενοι. νικῆν δ’ ὅτε-
ρά κ’ οἱ πλίες ὀμόσοντι, καὶ πράξαντες
τὸν νικαθέντα τὰν μὲν ἡμίναν [τῶι νι]-
[κάσ]α̣ντι δ̣όντω̣ν, τὰ̣ν δ̣’ ἡ̣μίνα̣ν [τᾶι πόλι].
Search Help
Contact Us