[ ] Crete, E. — Itanos — 1st c. BC
face A.1 [ἄξιο]ν οὐνόματος φοβεσάνορα θυμὸν ἐνα[—×]
[εἶχ]ε Λέων Θέννα κοῦρος ἀριφραδέος,
[ὃν] τέκεν ἁ περίφρων Δαματρία εὐπατέρεια
ἀγλαΐαν πάτραι, χάρμα δὲ συνγενέσιν,
5 OI(\ KAI\ TRI\S TO/SON A)/XQOS U(PO\ SPLA/NXNOISIN A)/[LASTON]
εἵλκυσαν εἰς Λάθας ἐρχομένου θάλαμον.
Νύμφαι δ’ Ὑδριάδες καὶ ὁμέστιος οὔρεσιν Ἀχώ,
τοξότα δίζηνται σὰν σκυλάκων τε βοάν.
face B.1 οὐ δορί με δμα[θέ]ντ[α ⏑–⏕–⏑⏑–—]αν
φοίνιος ἀντιπάλοις εἰς ἔριν ἐρχόμενον,
ἀλλὰ Τύχη μ’ ἔσφηλε νόσωι παραδοῦσ’ ἀνακ̣[έστωι].
καὶ λείπω θαλάμους ὀρφανικοὺς γονέων,
5 κοὐκέτι τοξοσύναισι χαρεὶς διὰ λισσάδα πέτραν
θωΰξω σκυλάκων τερπνὸν ἀγαλλόμενος,
λυπρὰ δὲ πένθεα ματρὶ κασιγνήταισί τε δισσαῖς
καὶ Θένναι γενέται πένθος ἄλαστον ἀεί,
νήπιον ἐν θαλάμοισιν ἔχων βρέφος ὀρφανὸν ὥς τις
10 Σειρὴν τειραμένα πολλάκις ἐξ στόματος.
ἀλλ’ Ἀΐδα λυπηρέ, καὶ εἰ μάλα καρτερός ἐσσι,
παῖδα Λέωνα οἴκων τάξον ἐπ’ εὐσεβέων.
Search Help
Contact Us