face A.1 | [ἄξιο]ν οὐνόματος φοβεσάνορα θυμὸν ἐνα[—×] |
[εἶχ]ε Λέων Θέννα κοῦρος ἀριφραδέος, | |
[ὃν] τέκεν ἁ περίφρων Δαματρία εὐπατέρεια | |
ἀγλαΐαν πάτραι, χάρμα δὲ συνγενέσιν, | |
5 | οἳ καὶ τρὶς τόσον ἄχθος ὑπὸ σπλάνχνοισιν ἄ[λαστον] |
εἵλκυσαν εἰς Λάθας ἐρχομένου θάλαμον. | |
Νύμφαι δ’ Ὑδριάδες καὶ ὁμέστιος οὔρεσιν Ἀχώ, | |
τοξότα δίζηνται σὰν σκυλάκων τε βοάν. | |
face B.1 | οὐ δορί με δμα[θέ]ντ[α ⏑–⏕–⏑⏑–—]αν |
φοίνιος ἀντιπάλοις εἰς ἔριν ἐρχόμενον, | |
ἀλλὰ Τύχη μ’ ἔσφηλε νόσωι παραδοῦσ’ ἀνακ̣[έστωι]. | |
καὶ λείπω θαλάμους ὀρφανικοὺς γονέων, | |
5 | κοὐκέτι τοξοσύναισι χαρεὶς διὰ λισσάδα πέτραν |
θωΰξω σκυλάκων τερπνὸν ἀγαλλόμενος, | |
λυπρὰ δὲ πένθεα ματρὶ κασιγνήταισί τε δισσαῖς | |
καὶ Θένναι γενέται πένθος ἄλαστον ἀεί, | |
νήπιον ἐν θαλάμοισιν ἔχων βρέφος ὀρφανὸν ὥς τις | |
10 | Σειρὴν τειραμένα πολλάκις ἐξ στόματος. |
ἀλλ’ Ἀΐδα λυπηρέ, καὶ εἰ μάλα καρτερός ἐσσι, | |
παῖδα Λέωνα οἴκων τάξον ἐπ’ εὐσεβέων. |
IC III
iv 39