[ ] Crete, E. — Itanos — 1st c. BC
1 κείμεθ’ ὁμοῦ τρεῖς παῖδες ὁμαίμονες ἥρωες ἁγνοὶ
Δάμων καὶ Φείδων καὶ Ἀμμώνιος ὄβριμα τέκνα.
χαῖρε πατὴρ γλυκερὲ Ἀμμώνιε· πάντα γὰρ ἡμῖν
ἐξ ἀρχῆς ἐπόεις δόξῃ ἀγαλλόμενος,
5 γλάθιας ἐκπλήκτους ἱλαρὰς καὶ πᾶσι θεοῖσι
τὰς θυσίας ἐπόεις ταῖς παρά σου δαπάναις,
εἶτ’ ἀγέλας, μετέπειτα γάμους πάντας μετὰ δόξας
θοινοδοτῶν, ἱλαρῶς τέρπεσιν εὐφροσύνης.
νῦν δὲ ναὸν καὶ ἄλσος ἀφηρωϊσμένον ἁγνὸν
10 τὰς παρὰ τῆς πατρίδος λαμβάνομεν χάριτας·
δόγμασι δημοσίοις γεγενήμε<θ>α ἥρ<ω>ες ἁγνοί.
εὐψυχῖτε γονεῖς ἀγαθοί, παύσασθε μερίμνας,
καὶ λύπης παῦσαι μῆτερ· λαμπρὰ μετὰ λαμπρῶν
τὰς θυσίας ποίει κηρία καὶ λίβανον.
15 καὶ γὰρ τῷ Μίνωι καὶ τοῖς μετὰ Μίνοα πᾶσι
ἥρωσιν φέρεται ταῦτα ἀπὸ τῆς πατρίδος.
Search Help
Contact Us