[ ]
Crete, E. — Itanos — 1st c. BC
1 | κείμεθ’ ὁμοῦ τρεῖς παῖδες ὁμαίμονες ἥρωες ἁγνοὶ |
Δάμων καὶ Φείδων καὶ Ἀμμώνιος ὄβριμα τέκνα. | |
χαῖρε πατὴρ γλυκερὲ Ἀμμώνιε· πάντα γὰρ ἡμῖν | |
ἐξ ἀρχῆς ἐπόεις δόξῃ ἀγαλλόμενος, | |
5 | γλάθιας ἐκπλήκτους ἱλαρὰς καὶ πᾶσι θεοῖσι |
τὰς θυσίας ἐπόεις ταῖς παρά σου δαπάναις, | |
εἶτ’ ἀγέλας, μετέπειτα γάμους πάντας μετὰ δόξας | |
θοινοδοτῶν, ἱλαρῶς τέρπεσιν εὐφροσύνης. | |
νῦν δὲ ναὸν καὶ ἄλσος ἀφηρωϊσμένον ἁγνὸν | |
10 | τὰς παρὰ τῆς πατρίδος λαμβάνομεν χάριτας· |
δόγμασι δημοσίοις γεγενήμε<θ>α ἥρ<ω>ες ἁγνοί. | |
εὐψυχῖτε γονεῖς ἀγαθοί, παύσασθε μερίμνας, | |
καὶ λύπης παῦσαι μῆτερ· λαμπρὰ μετὰ λαμπρῶν | |
τὰς θυσίας ποίει κηρία καὶ λίβανον. | |
15 | καὶ γὰρ τῷ Μίνωι καὶ τοῖς μετὰ Μίνοα πᾶσι |
ἥρωσιν φέρεται ταῦτα ἀπὸ τῆς πατρίδος. |