[ ] Crete, E. — Itanos
1 [πό]ντου κυμαίνοντος ἐνοική̣τ̣ιραι ἀθαμ[βεῖς]
[Ν]ηρῇδες ξανθοὺς λυσάμεναι πλοκάμους
δεῦτε πρὸς ἠιθέου νέον ἠρίον ὄφρα τάχιστα
 με[ίζο]ν̣’ Ἀχιλλείης θρῆνον ἀεισόμεναι,
5 ὃν Κύ̣πρις ο̣ὐ̣ λεχέεσσι γαμοκλόπος ἐμνήστευσεν
 οὐδὲ καλῶι θαλάμωι συνκατέλεξε κόρηι
ἀλλ’ αὔτως ὑπὸ γαῖαν ἔβην Πλούτωνι πάροικος
 καὶ πατρὶ τὸν πρόσθεν γαῖ’ ἐκάλυψε τάφωι.
Ἑρμῆ Μαιάδος υἱέ, ἄγ’ εὐσεβέων ἐπὶ χῶρον
10  ἄνδρα τὸν ἐν θήραις γ’ ὄντ’ ἀκ[․․․]τότατον,
ὃν πατρὶς θρέψασα πόλις γ’ [εὔδοξος] Ἴτανος
 κλαῦσεν ἐπ’ οὐχ ὁσίωι σώ[ματ’ ὀδυρα]μ̣ένη.
ἀλλὰ σύ, δῖα μάκαιρα Διὸς θ[ρέπτειρ’, ἀπόλ]ηγε
 Κρήτη, σ’ ἀγκόπασον, μῆτ[ερ ⏑–⏑⏑]ων·
15 οὐ γὰρ μόρσιμόν ἐστι φυγ[εῖν ⏕–⏑⏑–]νη
 εἴ γε θεοὶ τ[α]ύτην ἀτραπὸν ηρ[—⏑⏑–]
καὶ πολὺ βε[λ]τ̣είους καὶ κα̣[λ]λίονα[ς ⏑⏑–×]
 ὧν γένος ἐκ μακάρων γ̣’ [ἐ]στὶ κα̣[ὶ ἀθανάτων].
θνήσκει μὲν γὰρ ἄναξ Μίνως [⏑⏑–⏑—]ε Κρήτης,
20  θνήσκει δ’ Ἡρακλέης υἱὸς ἐών γ[ε Δ]ιός
οἵ τε Διόσκοροι ἄνδρες ἔφυν θνητοὶ τό γε πρῶτον
 εἰς δὲ θεοὺς ᾤχ̣[ο]ν̣τ’ εὐσεβίας γε χάριν.
τοιγάρτοι καὐτός [γ’ ἀρ]ετᾶς ἕνεκεν κατὰ πάτραν
 εἰς τόπον εὐσεβέων χῶρον ἀ̣πῳκισάμην
25 πατρὸς μὲν γένος ὤν γε Πολίτα, οὔνομα δ’ αὖ μοι
 κάτθετ’ ἐμὴ μήτηρ τεξαμένη γε Φιλισκὼ
ὅππως κεκλοίμην Ἐξάκων, ἐν πατρίδ’ Ἰτάνωι
 ζῶν θνήσκω δ’ <οὐδὲν> οὔνομ’ ἔχων σὺν ἐμοί,
οὐ τελέσας ἀρχὴν πόλεως ἧς ἔκγονός εἰμι,
30  θνήσκω δ’ ἐκπληρῶν εἴκοσι καὶ δύ’ ἔτη.
Search Help