[ ]
Crete, E. — Itanos
1 | [πό]ντου κυμαίνοντος ἐνοική̣τ̣ιραι ἀθαμ[βεῖς] |
[Ν]ηρῇδες ξανθοὺς λυσάμεναι πλοκάμους | |
δεῦτε πρὸς ἠιθέου νέον ἠρίον ὄφρα τάχιστα | |
με[ίζο]ν̣’ Ἀχιλλείης θρῆνον ἀεισόμεναι, | |
5 | ὃν Κύ̣πρις ο̣ὐ̣ λεχέεσσι γαμοκλόπος ἐμνήστευσεν |
οὐδὲ καλῶι θαλάμωι συνκατέλεξε κόρηι | |
ἀλλ’ αὔτως ὑπὸ γαῖαν ἔβην Πλούτωνι πάροικος | |
καὶ πατρὶ τὸν πρόσθεν γαῖ’ ἐκάλυψε τάφωι. | |
Ἑρμῆ Μαιάδος υἱέ, ἄγ’ εὐσεβέων ἐπὶ χῶρον | |
10 | ἄνδρα τὸν ἐν θήραις γ’ ὄντ’ ἀκ[․․․]τότατον, |
ὃν πατρὶς θρέψασα πόλις γ’ [εὔδοξος] Ἴτανος | |
κλαῦσεν ἐπ’ οὐχ ὁσίωι σώ[ματ’ ὀδυρα]μ̣ένη. | |
ἀλλὰ σύ, δῖα μάκαιρα Διὸς θ[ρέπτειρ’, ἀπόλ]ηγε | |
Κρήτη, σ’ ἀγκόπασον, μῆτ[ερ ⏑–⏑⏑]ων· | |
15 | οὐ γὰρ μόρσιμόν ἐστι φυγ[εῖν ⏕–⏑⏑–]νη |
εἴ γε θεοὶ τ[α]ύτην ἀτραπὸν ηρ[—⏑⏑–] | |
καὶ πολὺ βε[λ]τ̣είους καὶ κα̣[λ]λίονα[ς ⏑⏑–×] | |
ὧν γένος ἐκ μακάρων γ̣’ [ἐ]στὶ κα̣[ὶ ἀθανάτων]. | |
θνήσκει μὲν γὰρ ἄναξ Μίνως [⏑⏑–⏑—]ε Κρήτης, | |
20 | θνήσκει δ’ Ἡρακλέης υἱὸς ἐών γ[ε Δ]ιός |
οἵ τε Διόσκοροι ἄνδρες ἔφυν θνητοὶ τό γε πρῶτον | |
εἰς δὲ θεοὺς ᾤχ̣[ο]ν̣τ’ εὐσεβίας γε χάριν. | |
τοιγάρτοι καὐτός [γ’ ἀρ]ετᾶς ἕνεκεν κατὰ πάτραν | |
εἰς τόπον εὐσεβέων χῶρον ἀ̣πῳκισάμην | |
25 | πατρὸς μὲν γένος ὤν γε Πολίτα, οὔνομα δ’ αὖ μοι |
κάτθετ’ ἐμὴ μήτηρ τεξαμένη γε Φιλισκὼ | |
ὅππως κεκλοίμην Ἐξάκων, ἐν πατρίδ’ Ἰτάνωι | |
ζῶν θνήσκω δ’ <οὐδὲν> οὔνομ’ ἔχων σὺν ἐμοί, | |
οὐ τελέσας ἀρχὴν πόλεως ἧς ἔκγονός εἰμι, | |
30 | θνήσκω δ’ ἐκπληρῶν εἴκοσι καὶ δύ’ ἔτη. |