[ ]
Crete, E. — Itanos — beg. 3rd c. BC
[— — — — — — — — — — — — τᾶι βουλᾶι] | |
1 | [καὶ τᾶι ἐ]κκλησίαι ε[— — — — — — — ὅρ]- |
[κον τελ]ιόντω τοὶ ἄ[ρχοντ]ε̣ς̣ σ̣ὺν τοῖ[ς ἱε]- | |
[ρεῦσ]ι, ἐπαράσθων δὲ̣ κ̣αὶ τοὶ ἱερεῖς ὅσ[τι]- | |
[ς πα]ραβαίνοι τὸν ὅρκον τόνδε μήτε | |
5 | [τέ]κνων ὄνασιν αὐτῶι γίνεσθαι, ἐξόλ- |
[λυ]σθαι δὲ κακῶς κακοὺς καὶ αὐτοὺς κα[ὶ] | |
γενεὰν αὐτῶν· τοῖς δὲ κατέχουσι τὸν | |
ὅρκον πολλὰ καὶ ἀγαθὰ γίνεσθαι. ὅστις δ[έ] | |
κ̣α μὴ παραγένηται τῶι ὅρκωι τελεομ[έ]- | |
10 | νωι ἐξορκιζόντω αὐτοὺς τοὶ τόκα ἄρχ̣- |
οντες ἐν ἁμέραις δέκα ἀφ’ ἇς κα ἔλθηι το- | |
ῖ̣ς αὐτοῖς ὁρκίοις οἷσπερ ὤμνυον τοὶ ἐπί- | |
δαμοι, καὶ ἀνγραψάντω ἐλ λεύκωμα τοὺς̣ | |
ὠμόσαντας πατρι[α]στὶ καὶ καταθέντω ἐς | |
15 | Πύθιον, ἐχόντω δὲ καὶ αὐτοὶ ἀντίγραφ- |
α. αἰ δέ κα μὴ ὁρκώσωντι τοὶ τόκα ἄρχο- | |
ντες ἢ τὰν ἀρὰν μὴ ποιήσωντι ἐν τῶι χ- | |
ρόνωι τῶι γεγραμμένωι, ἀποτεισάντ- | |
ω ἕκαστος τῶν τόκα ἀρχόντων ἑκατ- | |
20 | ὸν δραχμὰς τᾶι πόλει, φαινέτω δὲ ὁ χ- |
ρήιζων ἐς τοὺς λογιστὰς, τοὶ δὲ πρά- | |
κτορες ἐκπράξαντες παραδόντω | |
τῶι κόσμωι τῶι ἐφέρποντι. εἰ δέ κα μὴ | |
ἐκπράξωντι, αὐτοὶ ἀποτεισάντω διπ- | |
25 | λοῦν. ὃς δέ κα ἐπίδαμος ἐὼν τῶν πολ- |
ιτᾶν μὴ λῆι ὀμόσαι μὴ ἔστω πολίτας | |
ἀλλὰ ἐργέσθω καὶ θίνων καὶ ἀνθρωπίν- | |
ων. ἐπεὶ δέ κα ὁ ὅρκος τελεσθῆι, τοὶ ἄρχ- | |
οντες ἀνγράψαντες τὸν ὅρκον ἐστ- | |
30 | άλας δύο θέντω τὰμ μὲν πρὸ το͂ Πυθ- |
[ίοˉ] τὰν δὲ ἐν τῶι Ἀσκλαπιαίωι. ἀρχέτ- | |
ω δὲ ὁ ὅρκος ἐπὶ τοῦ νῦν κόσμοˉ, τοὺς δ- | |
ὲ πολίτας πάντας ἀπογράψασθαι πρὸ το͂ | |
ὅρκοˉ πατριαστὶ ποτὶ τοὺς κοσμητῆρ- | |
35 | ας. |