[ ] Crete, E. — Itanos — after 246 BC
1 ἀγαθᾶι τύχαι· ἐπειδὴ βασιλεὺς Πτολεμαῖος
παραλαβὼν τὰν τῶν Ἰτανίων πόλιν καὶ πολίτας
παρὰ τῶ πατρὸς βασιλέως Πτολεμαίω καὶ τῶν
προγόνων, καλῶς καὶ ἐνδόξως εὐεργετῶν
5 διατελεῖ καὶ διαφυλάσσων μετ’ εὐνοίας ἐν οἷς
παρέλαβε πολιτευομένος τοῖς αὐτῶν νόμοις,
ἔδοξε τᾶι βουλᾶι καὶ τᾶι ἐκκλησίαι· ἱαρὸν τέμενος
ἱδρύσασθαι τὸν παράδισον τὸν πρὸς τᾶι πύλαι
βασιλέως Πτολεμαίου καὶ βασιλίσσας Βερενίκας
10 τᾶς τῶ βασιλέως Πτολεμαίω ἀδελφᾶς καὶ γυναικός·
θύσει δὲ ἁ πόλις κατ’ ἐνιαυτὸν τοῖς γενεθλίοις
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσαι Βερενίκαι
καὶ δρόμον συντελέσοντι ∶ τὸ δὲ ψάφισμα
τόδε οἱ κοσμητῆρες οἱ μετὰ Σωτηρίω γράψαντες
15 ἐς στάλαν λιθίναν ἀναθέντων ἐς τὸ ἱαρὸν τᾶς
Ἀθάνας τᾶς Πολιάδος· τὸ δὲ ἀνάλωμα ἦμεν
[ἀπὸ τῶ]ν̣ ποθόδων τᾶς πόλιος.
                          vacat
Search Help
Contact Us