[ ] Crete, E. — Itanos — ca. 266-262 BC
1   θεός.
             vacat
2 κόσμου γνώμα. ἔδοξε Ἰτανίων
τᾶι βουλᾶι καὶ τᾶι ἐκκλησίαι·
ἐπειδὴ Πάτροκλος Πάτρωνος
5 Μακεδὼν ἀποσταλεὶς ὑπὸ
βασιλέος Πτολεμαίου στρα-
ταγὸς ἐς Κρήταν ἀνὴρ ἀγαθὸς
καὶ δίκαιος ἐγένετο περὶ τὰν
τῶν Ἰτανίων πόλ̣ιν καὶ πολλὰ
10 συνήργησε τοῖς Ἰτανίοις
ὅπως τά τε κατὰ τὰν πόλιν ἀσ-
φαλέως ἔχηι πολιτευομένων
τῶν Ἰτανίων κατὰ τοὺς [ν]όμους
καὶ τὰν χώραν μετὰ πάσας
15 ἀσφαλείας νέμων[τα]ι, δεδό-
χθαι τοῖς Ἰτανίοις ποι[σ]ασ-
θαι αὐτὸν πρόξενόν τε καὶ εὐ-
εργέταν καὶ πολίταν καὶ αὐ-
τὸν καὶ ἐγγόνος μετέχοντας
20 καὶ θίνων καὶ ἀνθρωπίνων
πάντων. τὰν δὲ γνώμαν
τάνδε τοὶ κοσμητῆρες τοὶ
σὺν Αἴγωνι ἐς στάλας λιθί-
νας ἀγγράψαντες θέντω ἐς
25 τὸ ἱαρὸν τᾶς Ἀθάνας καὶ τοῦ
Ἀσκλαπιοῦ.
Search Help
Contact Us