[ ]
Crete, E. — Itanos — ca. 266-262 BC
1 | θεό[ς]. |
κόσμου γνώμα. ἔδοξε̣ [Ἰτα]- | |
νίων τᾶι βουλᾶι καὶ τᾶι ἐκ̣- | |
κλησίαι· ἐπειδὴ Πάτροκλ[ος] | |
5 | Πάτρωνος Μακεδὼν ἀποσ̣- |
ταλεὶς ὑπὸ βασιλέος Πτο- | |
λεμαίου στραταγὸς ἐς | |
Κρήταν ἀνὴρ ἀγαθὸς καὶ δί- | |
καιος ἐγένετο περὶ τὰν τῶν | |
10 | Ἰτανίων πόλιν καὶ πολλὰ |
συνήργησε τοῖς Ἰτανίοις ὅ- | |
πως τά τε κατὰ τὰν πόλιν ἀσ- | |
φαλέως ἔχηι πολιτευομέ- | |
νων τῶν Ἰτανίων κατὰ τοὺς | |
15 | νόμους καὶ τὰν χώραν μετὰ |
πάσας ἀσφαλείας νέμωνται, | |
δεδόχθαι τοῖς Ἰτανίοις ποιή- | |
[σ]ασθαι αὐτὸν πρόξενόν | |
τε καὶ εὐεργέταν καὶ πολίταν | |
20 | καὶ αὐτὸν καὶ ἐγ[γόνος — —] |
[— — — — — — — — — — —] |