[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — — — — — — — — — — — — — — — — — — —]ων |
[— — — — — — — — — — — — — — — — — — — — — τ]ὰν δ’ ἰσοπο- | |
[λιτείαν — — — — — — — — — — — — — — — —]ον ἀγγραψάντων | |
[— — — — — — — — — — — — — — — ἐς] στάλας λιθίνας τρεῖς κα[ὶ] | |
5 | [ἀνθέντων τὰν μὲν ἐ]ν Ἱεραπύτναι ἐν τῶι ἱερῶι τᾶς Ἀθανα[ί]- |
[ας τᾶς Πολιάδος, τὰν] δὲ ἄλλαν οἱ κατοικόντες Ἱεραπύτνιοι | |
[παρ’ Ἀρκάσιν] ἐν τῶι ἱερῶι τῶ Ἀσκλαπιῶ, τὰν δὲ τρίταν κοινᾶι | |
[Ὠλεροῖ ] ἐν τῶι ἱερῶι τᾶς Ἀθαναίας· αἱ δέ τί κα δόξηι βωλευομέ- | |
[νο]ις ἐπὶ τῶι κοινᾶι συμφέροντι ἐπιδιορθῶσαι ἢ ἐξελε͂ν ἢ ἐν- | |
10 | βαλε͂ν, <ὅτι μὲν ἐξέλοιμεν> μὴ ἔνορκον ἔστω· ὅτι δὲ ἐγ<γ>ράψαιμεν ἔνορκόν τε ἔστω καὶ |
ἔνθινον. vac. ὅρκος. vac. ὀμνύω τὰν Ἑστίαν καὶ Τῆνα Ὀράτριον καὶ Τῆνα | |
Δικταῖον καὶ Ἥραν καὶ Ἀθαναίαν Ὠλερίαν καὶ Ἀθαναίαν Πολιάδα | |
καὶ Ἀθαναίαν Σαμωνίαν καὶ Ἀπόλλωνα Πύτιον καὶ Λατὼ καὶ Ἄρτε- | |
μιν καὶ Ἄρεα καὶ Ἀφροδίταν καὶ Κωρῆτας καὶ Νύμφας καὶ τὸς Κύρβαν- | |
15 | τας καὶ θεὸς πάντας καὶ πάσας· ἦ μὰν ἐγὼ εὐνοησῶ τοῖς ἐπί- |
πασι Ἱεραπυτνίοις τὸν ἅπαντα χρόνον ἁπλόως καὶ ἀδόλως καὶ | |
τὸν αὐτὸν φίλον καὶ ἐχθρὸν ἑξῶ καὶ πολεμησῶ ἀπὸ χώρας παντὶ | |
σθένει, υἷ καὶ οἱ ἐπίπαντες Ἱεραπύτνιοι, καὶ τὸ δίκαιον δωσῶ καὶ | |
ἐμμενῶ ἐν τοῖς συγκειμένοις καὶ οὐ κακοτεχνησῶ οὐθὲν τῶν | |
20 | ἐν τᾶιδε τᾶι ἰσοπολιτείαι γεγραμμένων οὔτε λόγωι οὔτε ἔργωι |
οὐδὲ ἄλλωι ἐπιτραψῶ ἑκὼν καὶ γινώσκων παρευρέσει οὐδεμιᾶι | |
οὐδὲ τρόπωι οὐθενί. αἰ δέ τι ἐπιορκήσαιμι τῶν ὤμοσα ἢ τῶν συνε- | |
θέμαν, τός τε θεὸς τὸς ὤμοσα ἐμμάνιας ἦμεν καὶ ἐξόλλυσθαι | |
κακίστωι ὀλέθρωι καὶ μήτε γᾶν μήτε δένδρεα καρπὸς φέρεν μή- | |
25 | τε γυναῖκας τίκτεν κατὰ φύσιν, τῶι τε πολέμωι νικε͂σθαι. εὐορ- |
κῶσι δὲ ἁμῖν τός τε θεὸς ἱλέος ἦμεν καὶ γίνεσθαι πάντα ἀγαθά. |
IC III
iii 5