1 | ἰὼ μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε, |
πανκρατὲς γάνους, βέβακες δαιμόνων ἁγώμενος. | |
Δίκταν ἐς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾶ<ι>, | |
τάν τοι κρέκομεν πακτίσι μείξαντες ἅμ’ αὐλοῖσιν | |
5 | καὶ στάντες ἀείδομεν τεὸν ἀμφὶ βωμὸν εὐερκῆ. |
ἰὼ μέγι[στε] Κοῦρε, χαῖρέ μοι, Κρόνειε, | |
πανκρα[τὲς γάνους, βέβακες] δαιμόνων ἁγώμενος. | |
Δίκταν ἐς ἐνι[αυτὸν ἕρπ]ε καὶ γέγαθι μολπᾶ<ι>. | |
ἔνθα γάρ σε παῖδ’ ἄμβροτον ἀσπί[δεσσι Κούρητες] | |
10 | πὰρ Ῥέας λαβόντες πόδα κ[υκλῶντες ἀπέκρυψαν]. |
[ἰὼ μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε], | |
[πανκρατὲς γάνους, βέβακες δαιμόνων ἁγώμενος]. | |
[Δίκταν ἐς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾶ<ι>]. | |
[–××⏑–××⏑–××⏑––×] | |
15 | [–××⏑–××⏑–⏑ τᾶ]ς καλᾶς Ἀο͂ς. |
[ἰὼ μέγιστε Κοῦρε, χαῖρέ μοι, Κ]ρόνειε, | |
πανκρατὲς γάν[ους, βέβακες δαιμόνω]ν ἁγώμενος. | |
Δίκταν εἰς ἐνι[αυτὸν ἕρπε κα]ὶ γέγαθι μολπᾶ<ι>. | |
[Ὦραι δὲ? β]ρύον κατῆτος καὶ βροτὸς Δίκα κατῆχε | |
20 | [καὶ πάντα δι]ῆ̣πε ζώ<ι>’ ἁ φίλολβος Εἰρήνα. |
[ἰὼ μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε], | |
πανκρατὲς γάν[ους, βέβακες δαιμόνων ἁγώ]μενος. | |
Δίκταν εἰς ἐ[νιαυτὸν ἕρπε καὶ γέ]γαθι μολπᾶ<ι>. | |
ἀ[λλὰ βῶν θόρ’ ἐς ποί]μνια καὶ θόρ’ εὔποκ’ ἐ[ς πώεα] | |
25 | [κἐς λάϊ]α καρπῶν θόρε κἐς τελεσ[φόρος οἴκος]. |
ἰὼ μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρ[όνειε], | |
πανκρατὲς γάνους, βέβακες [δαιμό]νων ἁγώμενος. | |
Δίκταν ἐς [ἐνιαυτὸν] ἕρπε καὶ γέγαθι μολπᾶ<ι>. | |
[θόρε κἐς] πόληας ἁμῶν, θόρε κἐς ποντο<π>όρος νᾶας, | |
30 | θόρε κἐς ν[έος πο]λείτας, θόρε κἐς Θέμιν κλη[νάν]. |
[ἰὼ μέγιστε] Κοῦρε, χαῖρέ μοι, Κρόνειε, | |
πανκρατὲς γάνους, βέβακ[ες δαιμόνων ἁγώ]μενος. | |
Δίκταν ἐς ἐνι[αυτὸν ἕρπε καὶ γέγαθι] μολπᾶ<ι>. |
IC III
ii 2