1 | Ἄρτεμις ἡ Σαλουΐου θυγάτηρ. |
οὔρεσι Ταλλαίοισιν ἱδρυμένε Μαιάδος Ἑρμῆ, | |
σπονδὴν καὶ θυσίην δέξο φιλοφρόσυνος, | |
ἥν σοι Σαλούϊος Μηνᾶς λοιβαῖσι γεραίρει, | |
5 | κτήσεος ἐξ ὁσίης ψυχικὰ δῶρα διδούς. |
καὶ πρὶν μὲν ζώσης ἀλόχου φάος εἰσοροώσης, | |
σὺν κείνῃ κατ’ ἔτος σοὺς ἐγέραιρε τόπους· | |
ἀνθ’ ὧν δ’ ἐνχρονίσας ἐπετήσιον οὐκ ἀπέδωκεν, | |
συμβίου ἁγνοτάτης τοῦδε καταφθιμένης, | |
10 | ἀλγήσας φρένα πολλά, μαθὼν δ’ ὅτι δεῖ τά γε θεῖα |
τιμᾶν, διπλῆν σοι τήνδ’ ἔπορεν θυσίαν. | |
καὶ σὺ δέ, παντοκράτωρ Ἐριούνιε, τόνδε φυλάσσοις | |
ζωόν, ὅπως τιμᾷ σὸν δι’ ὅλου τέμενος. |
IC II
xxviii 2