[ ]
Crete, W. — Polyrhenia — 3rd/2nd c. BC
1 | [κλ]ε̣ι̣τὸν ἐξ̣ ἀγέλας̣ [σε] πολύστονον εἰς Ἀχέροντα, |
Ἄδραστε, στυγερὰ μοῖρα καταγάγετο. | |
μάτηρ δ’ οὐχ’ ὑμέναιον ἀπὸ στομάτων Πολυμήδα | |
ἧκε πρὸ νυμφιδίων <ἱ>σταμένα θαλάμων, | |
5 | ἀλλά τοι ἀντὶ γάμου γοερὸμ μέλος ἴαχε θρήνων, |
στέρνον ἀμετρήτωι πένθει τειρομένα· | |
μαρμάρου ἐκ Παρία{ι}ς {²⁶Παρίας}²⁶ δὲ τελεσσαμένα τόδε σᾶμα | |
πατρὶ σὺν Ἀρχίνωι σὸν δέμας ἐκτέρισεν. |