[ ]
Crete, W. — Lappa — Roman period
1 | παραδίδωμι τοῖς καταχθονίοις θεοῖς τοῦτο |
τὸ ἡρῷον φυλάσσειν· Πλούτωνι καὶ Δήμητρι | |
καὶ Περσεφόνῃ καὶ Ἐρινύσι καὶ πᾶσι τοῖς κα- | |
ταχθονίοις θεοῖς. εἴ τις ἀποκοσμήσει τοῦτο τὸ | |
5 | ἡρῷον ἢ ἀναστομώσει ἤ τι καὶ ἕτερον μετα- |
κινήσει ἢ αὐτὸς ἢ δι’ ἄλλου, μὴ γῆ βατὴ μὴ | |
θάλασσα πλωτὴ ἀλλ’ ἐκριζωθήσεται παγγενεί· | |
πᾶσι τοῖς κακοῖς πεῖραν δώσει καὶ φρίκῃ καὶ | |
πυρετῷ τριταίῳ καὶ τεταρταίῳ καὶ ἐλέφαντι | |
10 | καὶ γλώσσῃ μολύβδου, πυρὶ καὶ ὅσα κακὰ καὶ |
ὀλέθρια γίνεται, ταῦτα γενέσθω τῷ τολμήσαντι | |
ἐκ τούτου τοῦ ἡρῴου μετακινῆσαί τι. |