[ ] Crete, W. — Lappa — Roman period
1 παραδίδωμι τοῖς καταχθονίοις θεοῖς τοῦτο
τὸ ἡρῷον φυλάσσειν· Πλούτωνι καὶ Δήμητρι
καὶ Περσεφόνῃ καὶ Ἐρινύσι καὶ πᾶσι τοῖς κα-
ταχθονίοις θεοῖς. εἴ τις ἀποκοσμήσει τοῦτο τὸ
5 ἡρῷον ἢ ἀναστομώσει ἤ τι καὶ ἕτερον μετα-
κινήσει ἢ αὐτὸς ἢ δι’ ἄλλου, μὴ γῆ βατὴ μὴ
θάλασσα πλωτὴ ἀλλ’ ἐκριζωθήσεται παγγενεί·
πᾶσι τοῖς κακοῖς πεῖραν δώσει καὶ φρίκῃ καὶ
πυρετῷ τριταίῳ καὶ τεταρταίῳ καὶ ἐλέφαντι
10 καὶ γλώσσῃ μολύβδου, πυρὶ καὶ ὅσα κακὰ καὶ
ὀλέθρια γίνεται, ταῦτα γενέσθω τῷ τολμήσαντι
ἐκ τούτου τοῦ ἡρῴου μετακινῆσαί τι.
Search Help
Contact Us