[ ]
Crete, W. — Lappa — Roman period
| 1 | παραδίδωμι τοῖς καταχθονίοις θεοῖς τοῦτο |
| τὸ ἡρῷον φυλάσσειν· Πλούτωνι καὶ Δήμητρι | |
| καὶ Περσεφόνῃ καὶ Ἐρινύσι καὶ πᾶσι τοῖς κα- | |
| ταχθονίοις θεοῖς. εἴ τις ἀποκοσμήσει τοῦτο τὸ | |
| 5 | ἡρῷον ἢ ἀναστομώσει ἤ τι καὶ ἕτερον μετα- |
| κινήσει ἢ αὐτὸς ἢ δι’ ἄλλου, μὴ γῆ βατὴ μὴ | |
| θάλασσα πλωτὴ ἀλλ’ ἐκριζωθήσεται παγγενεί· | |
| πᾶσι τοῖς κακοῖς πεῖραν δώσει καὶ φρίκῃ καὶ | |
| πυρετῷ τριταίῳ καὶ τεταρταίῳ καὶ ἐλέφαντι | |
| 10 | καὶ γλώσσῃ μολύβδου, πυρὶ καὶ ὅσα κακὰ καὶ |
| ὀλέθρια γίνεται, ταῦτα γενέσθω τῷ τολμήσαντι | |
| ἐκ τούτου τοῦ ἡρῴου μετακινῆσαί τι. |