[ ] Crete, W. — Eleutherna — ca. 227-224 BC
[— — — — — — — — — — — — — — — — — — — — — —]
1 [τοὺς Ἐλευθερναίους ποιεῖν τὸν] π̣όλεμον πρὸς οὓς ἂν
[βασιλεὺς Ἀντίγονος πολεμῆ]ι̣· μὴ̣ ἐξεῖναι δὲ ἑτέραν συμ-
[μαχίαν τίθεσθαι ἐναντίαν πρ]ὸ̣ς̣ Ἀντίγονον καὶ Μακεδό-
[νας — — — — — — — — — — τοὺς] Ἐλευθερναίους· κατὰ
5 [δὲ τὰ αὐτὰ μηδὲ βασιλέα Ἀν]τίγονον μηδὲ τοὺς ἐκγό-
[νους αὐτοῦ μηδὲ Μακεδόνων] μ̣ηθένα ἐναντίαν συμμα-
[χίαν τίθεσθαι πρὸς αὐτούς]. ὅταν δὲ ψηφίσηται ἡ πό-
[λις πέμπειν τὴν βοήθειαν, ἀπ]οστελλέτωσαν οἱ κόσ-
[μοι, ἂν μή τι ἀναγκαῖον κωλύσ]ηι, ἐν ἡμέραις εἴκοσι
10 [ἀφ’ ἧς ἂν ψηφισθῆι. ὅταν δὲ παραγέ]νωνται πρὸς Ἐλευθερναί-
[ους πρεσβευταὶ παρὰ Ἀντιγ]όνου, συναγέτωσαν
[οἱ κόσμοι τὴν ἐκλησίαν ἐν δέκ]α̣ ἡμέραις ἀφ’ ἧς ἂν πα-
[ραγένωνται οἱ πρεσβευταί, ἐὰ]ν̣ μή τι ἀναγκαῖον κωλύ-
[σηι, εἰ δὲ μὴ ὅταν δύνωνται τάχ]ιστα· ἐν δὲ τῆι ἐκλησί-
15 [αι προσαγέτωσαν τοὺς Ἀντιγόν]ου βασιλέως πρεσ-
[βευτὰς καὶ χρηματιζέτωσαν οἱ] κόσμοι ἄλλο μηθὲν
[πρὶν ἢ τοῖς πρεσβευταῖς τὰς ἀπο]κρίσεις δῶσιν· ἐὰν
[δὲ μὴ ἀποστείλωσιν τὴν β]οήθειαν ἐν τῶι γεγρα-
[μένωι χρόνωι οἱ κόσμοι οἱ Ἐλ]ε̣υθερναίω̣ν ἢ τὴν
20 [συνθήκαν λύωσιν τρόπωι ὁτ]ω̣ιοῦν, ἀποτινέτωσα[ν]
[Ἀντιγόνωι δραχμὰς μυρίας] ἐν τῆι συναιρεθείσηι
[πόλει ἐκκλήτωι· ἐὰν δὲ μὴ σ]υναγάγωσιν τὴν ἐ-
[κλησίαν ἢ τοὺς πρεσβευτὰς μὴ] π̣ρ̣οσαγάγωσιν ἢ χρη-
[ματίσωσιν ἄλλο τι πρὶν ἢ ἀπόκ]ρ̣ισιν δοῦναι τοῖς
25 [πρεσβευταῖς, ἔνοχοι ἔστωσαν] τοῖς ἐπ<ιτ>ιμίοις οἷς-
[περ — — — — — — — — — — — —]ται. ἀποστέλλειν
[δὲ καὶ βασιλέα τὴν βοήθειαν ἐν ἡμέ]ρ̣α̣ι̣ς̣ εἴκοσι ἀφ’ ἧς ἂν πα-
[ραγγείλωσιν οἱ πρεσβευταί. καὶ] ἐ̣ὰ̣ν̣ μὲν βασιλεὺς Ἀντ-
[ίγονος χρείαν ἔχηι συμμάχων], ἀποστελοῦσιν
30 [αὐτῶι Ἐλευθερναίων οἱ κόσμοι] ἄ̣νδρα̣ς̣ ἐ̣λ̣ευθ<έ>ρου-
[ς ὅπλα ἔχοντας, τῆι δὲ πεμπομένηι] σ̣υμμαχίαι παρέξε-
[ι βασιλεὺς Ἀντίγονος ἑκάστης τ]ῆς ἡμέρας εἰς ἕκα-
[στον τῶν ἀνδρῶν Ἀλεξανδρείαν] δ̣ρα[χ]μ̣ὴ̣ν ὀβο[λ]οὺ-
[ς — — ἢ Ἀντιγονείαν ἢ Ἀττικ]ήν. ἐ̣ὰ̣ν̣ δ̣[ὲ — — — —]
35                                           {²incerta litterarum vestigia
Search Help
Contact Us