IC II x 19
[ ] Crete, W. — Kydonia — 2nd c. BC
1 τὰ[ν] μεγάλαυχον ἔ̣[—]αψ̣ε Σαμηραμὶς οὔνομα Πείσων
ἇς κλ[]ος ἐν Κρήτᾳ μίμνεται ἀθάνατον·
δόξῃ γὰρ γονέων ἀρετᾷ δ’ ἀνδρὸς, συνομαίμου
Φείδωνος γενεᾶς, ἔκκριτον ἀθανάτων
5 μναστῆρα σὺ δέδεξαι ἐπίφθονον. [ἀλλ’] ἐτέκνωσας
σᾶς ἀλόχου, Πείσω<ν>, ἔγγονον ἰσόθεον.
ἀλλά, <Ζ>εῦ Κρονίδα, σώζοις γόνον, ὃν κατέλειπε,
Σων<α>ύταν δεχέτη, δόξαν ἔχοντ’ ἀρετᾶς.
Search Help
Contact Us