[ ]
Crete, W. — Kydonia [Ion., Teos] — 201 BC — McC. Teos 50
1 | Κυδωνιατᾶν. |
Κυδωνιατᾶν ἁ πόλις καὶ οἱ ἄρχοντες Τηίων τᾶι βωλ[ᾶι] | |
καὶ τῶι δάμωι χαίρειν. ἐπειδὴ [Τήι]οι φίλοι καὶ συγγενεῖς | |
ὑπάρχοντες διὰ προγόνων τᾶι πόλει ψάφισμα καὶ πρεσ- | |
5 | βευτὰς ἀπεστάλκαντι Ἀπολλόδοτον καὶ Κωλώταν, οἳ |
ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν τό τε ψάφισμ<α> ἀπέδω- | |
καν καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς γεγραμμένοις | |
τὰν ἐκτενεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιιόμε- | |
νοι περὶ τῶ γενέσθαι τὰν καθιάρωσιν τῶι Διονύσωι τᾶς | |
10 | τε πόλιος καὶ τᾶς χώρας τᾶς Τηίων καὶ τὰν ἀσυλίαν, ἔτι |
δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμια εἰς | |
τὸν θεὸν ψαφιξαμένος καὶ αὐτὸς συναύξεν καὶ αἰεί τι- | |
νος ἀγαθῶ παραιτίος γενέσθαι τῶι δάμωι καὶ ὅτι ταῦτα | |
ποιήσαντες ἀκόλουθα πράξομεν τᾶι τε [συγγενείαι καὶ τᾶι] | |
15 | ποτὶ τὸ θεῖον εὐσεβείαι καὶ τὰ μέγιστα χαρι[ξώμεθα τῶι] |
δάμωι· ἀποκρίνασθαι Τηίοις φίλοις καὶ οἰκεί[οις ἐῶσιν δι]- | |
ότι τὸν Διόνυσον καὶ αὐτοὶ σεβόμεθα καὶ τὸν Τηίω[ν δᾶμον] | |
συγγενέα ὄντα ἀσπαζόμεθα καὶ ἐπαινῶμεν δ[ι]ό[τι κα]- | |
λῶς καὶ ἐνδόξως καὶ καταξίως τῶ {ι} θεῶ {ι} προεστάκαντι· | |
20 | ἕνεκα ὧν καὶ παρ’ ἁμῶν τὰ καλὰ καὶ τίμια δίδοται τῶι θεῶι |
καὶ Τηίων τάν τε πόλιν καὶ τὰν χώραν ἀνίεμεν ἱερὰν καὶ | |
ἄσυλον νῦν τε καὶ εἰς τὸν ἄλλον χρόνον πάντα, καὶ πει[ρα]- | |
σώμεθα αἰεί τινος ἀγαθῶ παραίτιοι γίνεσθαι τῶι δάμωι | |
καὶ κοινᾶι καὶ ἰδίαι. εἰ καί τινες ἄγωντι Τηίος ἢ τὸς κατοικόν- | |
25 | τας παρ’ αὐτοῖς, οἱ κόσμοι καὶ ἄλλος ὁ λῶν Κυδωνια- |
τᾶν ἢ Τηίων ἀφελόμενοι καὶ διδόντες τοῖς ἀδικη- | |
μένοις κύριοι ἔστωσαν. ἔρρωσθε. |