[ ]
Crete, W. — Kydonia [Ion., Teos] — 201 BC — McC. Teos 50
| 1 | Κυδωνιατᾶν. |
| Κυδωνιατᾶν ἁ πόλις καὶ οἱ ἄρχοντες Τηίων τᾶι βωλ[ᾶι] | |
| καὶ τῶι δάμωι χαίρειν. ἐπειδὴ [Τήι]οι φίλοι καὶ συγγενεῖς | |
| ὑπάρχοντες διὰ προγόνων τᾶι πόλει ψάφισμα καὶ πρεσ- | |
| 5 | βευτὰς ἀπεστάλκαντι Ἀπολλόδοτον καὶ Κωλώταν, οἳ |
| ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν τό τε ψάφισμ<α> ἀπέδω- | |
| καν καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς γεγραμμένοις | |
| τὰν ἐκτενεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιιόμε- | |
| νοι περὶ τῶ γενέσθαι τὰν καθιάρωσιν τῶι Διονύσωι τᾶς | |
| 10 | τε πόλιος καὶ τᾶς χώρας τᾶς Τηίων καὶ τὰν ἀσυλίαν, ἔτι |
| δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμια εἰς | |
| τὸν θεὸν ψαφιξαμένος καὶ αὐτὸς συναύξεν καὶ αἰεί τι- | |
| νος ἀγαθῶ παραιτίος γενέσθαι τῶι δάμωι καὶ ὅτι ταῦτα | |
| ποιήσαντες ἀκόλουθα πράξομεν τᾶι τε [συγγενείαι καὶ τᾶι] | |
| 15 | ποτὶ τὸ θεῖον εὐσεβείαι καὶ τὰ μέγιστα χαρι[ξώμεθα τῶι] |
| δάμωι· ἀποκρίνασθαι Τηίοις φίλοις καὶ οἰκεί[οις ἐῶσιν δι]- | |
| ότι τὸν Διόνυσον καὶ αὐτοὶ σεβόμεθα καὶ τὸν Τηίω[ν δᾶμον] | |
| συγγενέα ὄντα ἀσπαζόμεθα καὶ ἐπαινῶμεν δ[ι]ό[τι κα]- | |
| λῶς καὶ ἐνδόξως καὶ καταξίως τῶ {ι} θεῶ {ι} προεστάκαντι· | |
| 20 | ἕνεκα ὧν καὶ παρ’ ἁμῶν τὰ καλὰ καὶ τίμια δίδοται τῶι θεῶι |
| καὶ Τηίων τάν τε πόλιν καὶ τὰν χώραν ἀνίεμεν ἱερὰν καὶ | |
| ἄσυλον νῦν τε καὶ εἰς τὸν ἄλλον χρόνον πάντα, καὶ πει[ρα]- | |
| σώμεθα αἰεί τινος ἀγαθῶ παραίτιοι γίνεσθαι τῶι δάμωι | |
| καὶ κοινᾶι καὶ ἰδίαι. εἰ καί τινες ἄγωντι Τηίος ἢ τὸς κατοικόν- | |
| 25 | τας παρ’ αὐτοῖς, οἱ κόσμοι καὶ ἄλλος ὁ λῶν Κυδωνια- |
| τᾶν ἢ Τηίων ἀφελόμενοι καὶ διδόντες τοῖς ἀδικη- | |
| μένοις κύριοι ἔστωσαν. ἔρρωσθε. |