[ ] Crete, W. — Kydonia — 3rd c. BC (ca. 250-200?)
See also:
1                        ἀγαθᾶι τύχαι.
τάδε ἐπρίατο ἁ πόλις τοῖς προξένοις
καρπεύειν ἇς κα ἐπιτάδειοι ὦντι· Λυγδά-
μι Φείδωνος Κνωσίωι ἐμ Μολοχᾶντι ἀν-
5 πέλων πέλεθρα δέκα, ἐν τῶι πεδίωι
ἀμπέλων τετραπελεθρίαν.
Ἕρμωνι Τυλισίωι ἀνπέλων τετραπλε-
θρίαν ἐν τῶι πεδίωι.
Ἀτάρ<β>ωι Ἀπταραίωι ἀνπέλων πλέθρα
10 ἴκατι ἐν τῶι πεδίωι κατὰ Βάθειαν.
Σκιρτίαι εὐεργέται ἀνπέλων πλέθρα ἴκα-
τι δύο ἐν Μινώιαι ποὶ τῶι πόρωι ἐσχάτω[ι].
Φαιστίωι Θαμυκλεῖ καὶ Φαινοκλεῖ ἀν-
πέλων τετραπλεθρίαν ἐν τᾶι νάσωι,
15 ἐπὶ Λιπάραι ἀνπέλων τετραπλεθρίαν.
Ἀρχαγόραι Δελφῶι οἰκίαν ἐν τᾶι Ἡραΐδι, ψι-
λᾶς πλέθρα ἓξ ποὶ τᾶι Κωμικοῦ, ἀνπέ-
λων τετραπλεθρίαν ἐν τῶι πεδίωι.
Μισγόλαι Ἀρκάδι ἀνπέλων τετραπλε-
20 θρίαν ἐν τῶι πεδίωι, ἄλλαν ἀνπέλων δι-
πλεθρίαν ἐν τῶι πεδίωι, ἄλλαν ἀνπέ-
λων διπλεθρίαν ἐν Σχινούρι, οἰκίαν
[ἐ]ν τᾶι Λαχανίαι κ<ώ>μαι.
Search Help
Contact Us