1 | ἀγαθᾶι τύχαι. |
τάδε ἐπρίατο ἁ πόλις τοῖς προξένοις | |
καρπεύειν ἇς κα ἐπιτάδειοι ὦντι· Λυγδά- | |
μι Φείδωνος Κνωσίωι ἐμ Μολοχᾶντι ἀν- | |
5 | πέλων πέλεθρα δέκα, ἐν τῶι πεδίωι |
ἀμπέλων τετραπελεθρίαν. | |
Ἕρμωνι Τυλισίωι ἀνπέλων τετραπλε- | |
θρίαν ἐν τῶι πεδίωι. | |
Ἀτάρ<β>ωι Ἀπταραίωι ἀνπέλων πλέθρα | |
10 | ἴκατι ἐν τῶι πεδίωι κατὰ Βάθειαν. |
Σκιρτίαι εὐεργέται ἀνπέλων πλέθρα ἴκα- | |
τι δύο ἐν Μινώιαι ποὶ τῶι πόρωι ἐσχάτω[ι]. | |
Φαιστίωι Θαμυκλεῖ καὶ Φαινοκλεῖ ἀν- | |
πέλων τετραπλεθρίαν ἐν τᾶι νάσωι, | |
15 | ἐπὶ Λιπάραι ἀνπέλων τετραπλεθρίαν. |
Ἀρχαγόραι Δελφῶι οἰκίαν ἐν τᾶι Ἡραΐδι, ψι- | |
λᾶς πλέθρα ἓξ ποὶ τᾶι Κωμικοῦ, ἀνπέ- | |
λων τετραπλεθρίαν ἐν τῶι πεδίωι. | |
Μισγόλαι Ἀρκάδι ἀνπέλων τετραπλε- | |
20 | θρίαν ἐν τῶι πεδίωι, ἄλλαν ἀνπέλων δι- |
πλεθρίαν ἐν τῶι πεδίωι, ἄλλαν ἀνπέ- | |
λων διπλεθρίαν ἐν Σχινούρι, οἰκίαν | |
[ἐ]ν τᾶι Λαχανίαι κ<ώ>μαι. |
IC II
x 1