[ ] Crete, W. — Axos — 1st c. BC/1st c. AD
1 πέντε με καὶ δεχέτιν τύμβωι κατε-
θήκατο μάτηρ | Σωφρόνα, οἰκτροπα-
θὲς πένθος ἰδοῦσα δόμοις, | οὐδ’ εὐ-
χὰν ἐτέλεσσε Τερέντιος Ἀρτεμί-
5 δωρος | παιδὶ πατὴρ νύμφαν ὡς μ’ ἐσί-
δοιτο Ῥαδών· | ἀλλὰ μ’ ὁ δυσδαίμων
ἀπενόσφισε βάσκανος Ἅ(ι)δας |
παρθενικάν, γονέων δ’ ἐλπίδας ἐξέ-
χεα· | πᾶντες δ’ ἔκλαυσάν με
10 δυσάμμορον· οἷ<ς> γὰρ ἔμελλον |
κοσμεῖσθαι νύμφα, τοῖσδ’ Ἀΐδαν
ἔμολον. |
                       vacat
Search Help
Contact Us